DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
40

ὀρχήσεις δὲ ἐθνικαὶ αἵδε· Λακωνικαί, Τροιζήνιαι, Ἐπιζεφύριοι, Κρητικαί, Ἰωνικαί, Μαντινικαί, ἃς προκρίνει Ἀριστόξενος διὰ τὴν τῶν χειρῶν κίνησιν. οὕτως δʼ ἦν ἔνδοξον καὶ σοφὸν ὄρχησις ὥστε Πίνδαρος τὸν Ἀπόλλωνα ὀρχηστὴν καλεῖ· ὀρχήστʼ ἀγλαΐας ἀνάσσων, εὐρυφάρετρʼ Ἄπολλον, καὶ Ὅμηρος τῶν Ὁμηριδῶν τις ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ φησίν· Ἀπόλλων φόρμιγγʼ ἐν χείρεσσιν ἔχων χάριεν κιθάριζε, καλὰ καὶ ὕψι βιβάς. Εὔμηλος δὲ Κορίνθιος Ἀρκτῖνος τὸν Δία ὀρχούμενόν που παράγει λέγων· μέσσοισιν δʼ ὠρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε. Θεόφραστος δὲ πρῶτόν φησιν Ἄνδρωνα τὸν Καταναῖον αὐλητὴν κινήσεις καὶ ῥυθμοὺς ποιῆσαι τῷ σώματι αὐλοῦντα· ὅθεν σικελίζειν τὸ ὀρχεῖσθαι παρὰ τοῖς παλαιοῖς· μεθʼ ὃν Κλεόλαν τὸν Θηβαῖον. ὀρχησταὶ δὲ ἔνδοξοι Βολβὸς μὲν παρὰ Κρατίνῳ καὶ Καλλίᾳ, Ζήνων δὲ Κρὴς πάνυ Ἀρταξέρξῃ προσφιλέστατος παρὰ Κτησίᾳ Ἀλέξανδρος δὲ ἐν τῇ πρὸς Φιλόξενον ἐπιστολῇ μέμνηται Θεοδώρου καὶ Χρυσίππου.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License