DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
34

ὅτι Ἀριστόνικον τὸν Καρύστιον, τὸν Ἀλεξάνδρου σφαιριστήν, Ἀθηναῖοι πολίτην ἐποιήσαντο διὰ τὴν τέχνην καὶ ἀνδριάντα ἀνέστησαν. τὰς γὰρ βαναύσους τέχνας Ἕλληνες ὕστερον περὶ πλείστου μᾶλλον ἐποιοῦντο τὰς κατὰ παιδείαν γινομένας ἐπινοίας. Ἑστιαιεῖς γοῦν καὶ Ὠρεῖται Θεοδώρου τοῦ ψηφοκλέπτου ἐν θεάτρῳ χαλκῆν εἰκόνα ἀνέθηκαν ψῆφον κρατοῦσαν· ὡς δʼ αὕτως Μιλήσιοι Ἀρχελάου τοῦ κιθαριστοῦ. ἐν δὲ Θήβαις Πινδάρου μὲν οὐκ ἔστιν εἰκών, Κλέωνος δὲ τοῦ ᾠδοῦ, ἐφʼ ἧς ἐπιγέγραπται· Πυθέα υἱὸς ὅδʼ ἐστὶ Κλέων Θηβαῖος ἀοιδός, ὃς πλείστους θνητῶν ἀμφέθετο στεφάνους κρατὸς ἐπὶ σφετέρου, καί οἱ κλέος οὐρανόμηκες. χαῖρε, Κλέων, Θήβας πατρίδʼ ἐπευκλεΐσας. ὑπὸ τούτου τὸν ἀνδριάντα, ὅτε Ἀλέξανδρος τὰς Θήβας κατασκάπτων ...., φησὶ Πολέμων φεύγοντά τινα χρυσίον εἰς τὸ ἱμάτιον κοῖλον ὂν ἐνθέσθαι, καὶ ἀνοικιζομένης τῆς πόλεως ἐπανελθόντα εὑρεῖν τὸ χρυσίον μετὰ ἔτη τριάκοντα. Ἡρόδοτος δὲ λογόμιμος, ὥς φησιν Ἡγήσανδρος, καὶ Ἀρχέλαος ὀρχηστὴς παρὰ Ἀντιόχῳ τῷ βασιλεῖ μάλιστα ἐτιμῶντο τῶν φίλων. δὲ πατὴρ αὐτοῦ Ἀντίοχος τοὺς Σωστράτου τοῦ αὐλητοῦ υἱεῖς σωματοφύλακας ἐπεποίητο.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License