DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
33

Ὅμηρος δὲ τὴν τοῦ μύρου φύσιν εἰδὼς οὐκ εἰσήγαγε μύροις ἀλειφομένους τοὺς ἥρωας πλὴν τὸν Πάριν ἐν οἷς φησὶ κάλλει στίλβων, ὡς καὶ Ἀφροδίτη κάλλει τὰ πρόσωπα καθαίρει ἀλλʼ οὐδὲ στεφανουμένους εἰσάγει, καίτοι τῷ ἐκ τῆς μεταφορᾶς ὁμοιώματι σημαίνεται ὅτι ᾔδει τὸν στέφανον. φησὶ γοῦν· νῆσος, ἣν πέρι πόντος ἀπείριτος ἐστεφάνωτο. καί· πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε. παρατηρητέον δὲ καὶ ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἀπονιζομένους τὰς χεῖρας ποιεῖ πρὶν μεταλαβεῖν τροφῆς, ἐν Ἰλιάδι δὲ τοῦτο ποιοῦντας οὐκ ἔστιν εὑρεῖν. σχολαζόντων γὰρ βίος ἐν Ὀδυσσείᾳ καὶ διὰ τὴν εἰρήνην τρυφώντων· διὸ οἱ ἐνταῦθα ἐθεράπευον τὸ σῶμα διὰ λουτρῶν καὶ κατανιμμάτων. διὰ τοῦτο καὶ ἀστραγαλίζουσιν ἐν ταύτῃ τῇ πολιτείᾳ καὶ ὀρχοῦνται καὶ σφαιρίζουσιν. Ἡρόδοτος δὲ οὐ καλῶς εἴρηκεν ἐπὶ Ἄτυος διὰ λιμὸν εὑρεθῆναι τὰς παιδιάς· πρεσβεύει γὰρ τοῖς χρόνοις τὰ ἡρωικά. οἱ δʼ ἐν τῇ Ἰλιακῇ πολιτείᾳ μονονοὺ βοῶσι· κλῦθʼ Ἀλαλά, Πολέμου θύγατερ, ἐγχέων προοίμιον.
Kaibel Index Scriptorum
HOMERVS

HERODOTVS
PHYLARCHVS
PINDARVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Homerus

Anonymi poetae
Herodotus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License