DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
32

προσφάτως δὲ καὶ τὰ βαλανεῖα παρῆκται, τὴν ἀρχὴν οὐδὲ ἔνδον τῆς πόλεως ἐώντων εἶναι αὐτά, ὧν τὸ βλαπτικὸν Ἀντιφάνης δηλοῖ· εἰς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με. ἑφθὸν κομιδῇ πεποίηκεν· ἀποκναίσειεν ἂν κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος. οὕτω στερεόν τι πρᾶγμα θερμόν ἐσθʼ ὕδωρ. Ἕρμιππος· μὰ τὸν Δίʼ, οὐ μέντοι μεθύειν τὸν ἄνδρα χρὴ τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, σὺ ποιεῖς. ηὔξηται δὲ καὶ τῶν ὀψοποιῶν περιεργία καὶ τῶν μυρεψῶν· ὥστʼ οὐδʼ ἂν κολυμβᾶν εἰς κολυμβήθραν μύρου ἀρκεῖσθαί τις ἂν δύναιτο, φησὶν Ἄλεξις ἀνθοῦσι δὲ καὶ αἱ τῶν περὶ τὰ πέμματα δημιουργίαι καὶ αἱ περὶ τὰς συνουσίας περιεργίαι, ὥστʼ ἐπιτεχνᾶσθαι σπόγγους ὑποτίθεσθαι· ἐπακτικὸν γὰρ εἶναι τὸ τοιοῦτον πρὸς ἀφροδισίων πλῆθος. Θεόφραστος δʼ οὕτω φησί τινας ὀχευτικὰς δυνάμεις εἶναι ὡς καὶ μέχρι ἑβδομήκοντα συνουσιῶν ἐπιτελεῖν καὶ τὸ τελευταῖον αὐτοῖς αἷμα ἀποκρίνεσθαι. Φύλαρχος δὲ Σανδρόκοττόν φησι τὸν Ἰνδῶν βασιλέα Σελεύκῳ μεθʼ ὧν ἔπεμψε δώρων ἀποστεῖλαί τινας δυνάμεις στυτικὰς τοιαύτας ὡς ὑπὸ τοὺς πόδας τιθεμένας τῶν συνουσιαζόντων οἷς μὲν ὁρμὰς ἐμποιεῖν ὀρνίθων δίκην, οὓς δὲ καταπαύειν. ηὔξηται δὲ νῦν καὶ τῆς μουσικῆς διαστροφή, καὶ περὶ τὰς ἐσθήσεις καὶ ὑποδέσεις ἐπήκμασε πολυτέλεια.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License