DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
30

τῶν δʼ ἄλλων ποιητῶν ἔνιοι τὰς καθʼ αὑτοὺς πολυτελείας καὶ ῥᾳθυμίας ἀνέπεμπον ὡς οὔσας καὶ κατὰ τὰ Τρωικά. Αἰσχύλος γοῦν ἀπρεπῶς που παράγει μεθύοντας τοὺς Ἕλληνας, ὡς καὶ τὰς ἀμίδας ἀλλήλοις περικαταγνύναι. λέγει γοῦν· ὅδʼ ἐστὶν ὅς ποτʼ ἀμφʼ ἐμοὶ βέλος γελωτοποιόν, τὴν κάκοσμον οὐράνην, ἔρριψεν οὐδʼ ἥμαρτε· περὶ δʼ ἐμῷ κάρᾳ πληγεῖσʼ ἐναυάγησεν ὀστρακουμένη, χωρὶς μυρηρῶν τευχέων πνέουσʼ ἐμοί. καὶ Σοφοκλῆς δὲ ἐν Ἀχαιῶν συνδείπνῳ· ἀλλʼ ἀμφὶ θυμῷ τὴν κάκοσμον οὐράνην ἔρριψεν οὐδʼ ἥμαρτε· περὶ δʼ ἐμῷ κάρᾳ κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον. ἐδειματούμην δʼ οὐ φίλης ὀσμῆς ὕπο. Εὔπολις δὲ τὸν πρῶτον εἰσηγησάμενον τὸ τῆς ἀμίδος ὄνομα ἐπιπλήττει λέγων· ΑΛΚ. μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην. Β. πολλὰς δʼ οἶμαι νῦν βεβινῆσθαι. ΑΛΚ. ..... ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῲ ʼπιπίνειν; Β. πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστασʼ εὑρών. ΑΛΚ. εἶεν· τίς εἶπεν ἀμίδα παῖ πρῶτος μεταξὺ πίνων; Β. Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφόν σου. παρʼ Ὁμήρῳ δὲ οἱ ἀριστεῖς κοσμίως δειπνοῦσιν ἐν Ἀγαμέμνονος. εἰ δʼ ἐν Ὀδυσσείᾳ φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς καὶ Ἀγαμέμνων χαῖρε νόῳ, ἀλλʼ ὠφέλιμοι αἱ φιλοτιμίαι ζητούντων εἰ λόγῳ μάχῃ αἱρεθῆναι δεῖ τὸ Ἴλιον. ἀλλʼ οὐδʼ ὅτε μνηστῆρας εἰσάγει μεθύοντας, οὐδὲ τότε τοιαύτην ἀκοσμίαν εἰσήγαγεν ὡς Σοφοκλῆς καὶ Αἰσχύλος πεποιήκασιν, ἀλλὰ πόδα βόειον ἐπὶ τὸν Ὀδυσσέα ῥιπτούμενον
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Eupolis
Sophocles

Aeschylus
Duris

Alignment

 

Digital Athenaeus Project     Creative Commons License