DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
3

δραματουργεῖ δὲ τὸν διάλογον Ἀθήναιος ζήλῳ Πλατωνικῷ· οὕτως γοῦν ἄρχεται· αὐτός, Ἀθήναιε, μετειληφὼς τῆς καλῆς ἐκείνης συνουσίας τῶν νῦν ἐπικληθέντων δειπνοσοφιστῶν, ἥτις ἀνὰ τὴν πόλιν πολυθρύλητος ἐγένετο, παρʼ ἄλλου μαθὼν τοῖς ἑταίροις διεξῄεις; αὐτός, Τιμόκρατες, μετασχών. ἆρʼ οὖν ἐθελήσεις καὶ ἡμῖν τῶν καλῶν ἐπικυλικίων λόγων μεταδοῦναι τρὶς δʼ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον, ὥς πού φησιν Κυρηναῖος ποιητής παρʼ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ;
Kaibel Index Scriptorum
ERATOSTHENES
Meineke Index Scriptorum
Cyrenaeus

Eratosthenes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License