DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
26

πολὺ δὲ τὸ σύντονον καὶ καματηρὸν τῆς περὶ τὴν σφαιριστικὴν ἁμίλλης τό τε κατὰ τοὺς τραχηλισμοὺς ῥωμαλέον. Ἀντιφάνης· οἴμοι κακοδαίμων, τὸν τράχηλον ὡς ἔχω. διηγεῖται δὲ τὴν φαινίνδα παιδιὰν οὕτως Ἀντιφάνης· σφαῖραν λαβὼν τῷ μὲν διδοὺς ἔχαιρε, τὸν δʼ ἔφευγʼ ἅμα, τοῦ δʼ ἐξέκρουσε, τὸν δʼ ἀνέστησεν πάλιν, κλαγκταῖσι φωναῖς ......... ἔξω, μακράν, παρʼ αὐτόν, ὑπὲρ αὐτόν, κάτω, ἄνω, βραχεῖαν, ἀπόδος ἐν καταστροφῇ. ἐκαλεῖτο δὲ φαινίνδα ἀπὸ τῆς ἀφέσεως τῶν σφαιριζόντων, ὅτι εὑρετὴς αὐτοῦ, ὥς φησιν Ἰόβας Μαυρούσιος, Φαινέστιος παιδοτρίβης. καὶ Ἀντιφάνης· φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου. ἐφρόντιζον δὲ εὐρυθμίας οἱ σφαιρίζοντες. Δαμόξενος γοῦν φησι· νεανίας τις ἐσφαίριζεν εἷς ἐτῶν ἴσως ἑκκαίδεκʼ ἑπτακαίδεκα, Κῷος· θεοὺς γὰρ φαίνεθʼ νῆσος φέρειν. ὃς ἐπεί ποτʼ ἐμβλέψειε τοῖς καθημένοις, λαμβάνων τὴν σφαῖραν διδούς, ἅμα πάντες ἐβοῶμεν· .......... δʼ εὐρυθμία, τὸ δʼ ἦθος, τάξις δʼ ὅση. ἐν τῷ τι πράττειν λέγειν ἐφαίνετο τέρας τι κάλλους, ἄνδρες· οὔτʼ ἀκήκοα ἔμπροσθεν οὔθʼ ἑόρακα τοιαύτην χάριν. κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον ἔμεινα· καὶ νῦν δʼ οὐχ ὑγιαίνειν μοι δοκῶ. ἐσφαίριζε δʼ οὐκ ἀηδῶς καὶ Κτησίβιος Χαλκιδεὺς φιλόσοφος· καὶ πολλοὶ διὰ τὴν σφαιρικὴν αὐτῷ συναπεδύοντο τῶν Ἀντιγόνου τοῦ βασιλέως φίλων. συνέγραψε δὲ περὶ σφαιριστικῆς Τιμοκράτης Λάκων.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Antiphanes
Damoxenus
Iuba

Timocrates

Alignment

 

Digital Athenaeus Project     Creative Commons License