ὀρχήσεις δʼ εἰσὶ παρʼ Ὁμήρῳ αἳ μέν τινες τῶν κυβιστητήρων, αἳ δὲ διὰ τῆς σφαίρας· ἧς τὴν εὕρεσιν Ἀγαλλὶς ἡ Κερκυραία γραμματικὴ Ναυσικάᾳ ἀνατίθησιν ὡς πολίτιδι χαριζομένη, Δικαίαρχος δὲ Σικυωνίοις, Ἵππασος δὲ Λακεδαιμονίοις ταύτην τε καὶ τὰ γυμνάσια πρώτοις. ταύτην δὲ μόνην τῶν ἡρωίδων Ὅμηρος παράγει σφαιρίζουσαν. διαβόητοι δὲ ἐπὶ σφαιρικῇ Δημοτέλης ὁ Θεοκρίτου τοῦ Χίου σοφιστοῦ ἀδελφὸς καί τις Χαιρεφάνης· ὃς ἀσελγεῖ τινι νέῳ παρακολουθῶν οὐ διελέγετο μέν, ἐκώλυε δὲ πράττειν τὸν νεανίσκον. εἰπόντος δὲ ὅτι Χαιρέφανες, ἐὰν παύσῃ ἀκολουθῶν, πάντα σοι ἔσται παρʼ ἡμῶν, ἐγὼ δʼ ἄν, ἔφη, σοὶ διαλεχθείην; τί οὖν, εἶπε, παρακολουθεῖς; χαίρω σε θεωρῶν, ἔφη, τὸ δὲ ἦθος οὐ δοκιμάζω. ὅτι τὸ φούλλικλον καλούμενον (ἦν δὲ ὡς ἔοικε σφαιρίσκιόν τι) εὗρεν Ἀττικὸς Νεαπολίτης παιδοτρίβης γυμνασίας ἕνεκα Πομπηίου Μάγνου. τὸ δὲ καλούμενον διὰ τῆς σφαίρας ἁρπαστὸν φαινίνδα ἐκαλεῖτο, ὃ ἐγὼ πάντων μάλιστα ἀσπάζομαι.
Kaibel Dialogi Personae
|