DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
24

ἐχρῶντο δʼ ἐν τοῖς συμποσίοις καὶ κιθαρῳδοῖς καὶ ὀρχησταῖς, ὡς οἱ μνηστῆρες. καὶ παρὰ Μενελάῳ ἐμέλπετο θεῖος ἀοιδός, δύο δὲ κυβιστητῆρες μολπῆς ἐξάρχοντες ἐδίνευον. μολπῆς δὲ ἀντὶ τοῦ παιδιᾶς. σῶφρον δέ τι ἦν τὸ τῶν ἀοιδῶν γένος καὶ φιλοσόφων διάθεσιν ἐπέχον. Ἀγαμέμνων γοῦν τὸν ἀοιδὸν καταλείπει τῇ Κλυταιμνήστρᾳ φύλακα καὶ παραινετῆρά τινα· ὃς πρῶτον μὲν ἀρετὴν γυναικῶν διερχόμενος ἐνέβαλλέ τινα φιλοτιμίαν εἰς καλοκἀγαθίαν, εἶτα διατριβὴν παρέχων ἡδεῖαν ἀπεπλάνα τὴν διάνοιαν φαύλων ἐπινοιῶν. διὸ Αἴγισθος οὐ πρότερον διέφθειρε τὴν γυναῖκα πρὶν τὸν ἀοιδὸν ἀποκτεῖναι ἐν νήσῳ ἐρήμῃ. τοιοῦτός ἐστι καὶ παρὰ τοῖς μνηστῆρσιν ἀείδων ἀνάγκῃ, ὃς τοὺς ἐφεδρεύοντας τῇ Πηνελόπῃ ἐβδελύττετο. κοινῶς δέ που πάντας τοὺς ἀοιδοὺς αἰδοίους τοῖς ἀνθρώποις εἶναί φησι· τοὔνεκʼ ἄρα σφέας οἴμας Μοῦσʼ ἐδίδαξε φίλησέ τε φῦλον ἀοιδῶν. δὲ παρὰ Φαίαξι Δημόδοκος ᾄδει Ἄρεος καὶ Ἀφροδίτης συνουσίαν, οὐ διὰ τὸ ἀποδέχεσθαι τὸ τοιοῦτον πάθος, ἀλλʼ ἀποτρέπων αὐτοὺς παρανόμων ἔργων, εἰδὼς ἐν τρυφερῷ τινι βίῳ τεθραμμένους κἀντεῦθεν ὁμοιότατα τοῖς τρόποις αὐτῶν τὰ πρὸς ἀνάπαυσιν προφέρων. καὶ τοῖς μνηστῆρσιν ᾄδει πρὸς τὴν αὐτὴν βουλὴν Φήμιος νόστον Ἀχαιῶν καὶ αἱ Σειρῆνες δὲ ᾄδουσι τῷ Ὀδυσσεῖ τὰ μάλιστα αὐτὸν τέρψοντα καὶ τὰ οἰκεῖα τῇ φιλοτιμίᾳ αὐτοῦ καὶ πολυμαθείᾳ λέγουσαι. ἴσμεν γάρ, φασί, τά τʼ ἄλλα καὶ ὅσσα γένηται ἐν χθονὶ πολυβοτείρῃ.
Kaibel Index Scriptorum
HOMERVS

AGALLIS
DICAEARCHVS
HIPPASVS
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License