DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
23

ἑκάστῳ δὲ τῶν δαιτυμόνων παρʼ Ὁμήρῳ παράκειται ποτήριον. Δημοδόκῳ γοῦν παρατίθεται κάνεον καὶ τράπεζα καὶ δέπας πιεῖν ὅτε θυμὸς ἀνώγοι. ἐπιστέφονται δὲ ποτοῖο οἱ κρητῆρες, ἤτοι ὑπερχειλεῖς οἱ κρατῆρες ποιοῦνται, ὥστε διὰ τοῦ ποτοῦ ἐπιστεφανοῦσθαι, καὶ ταῦτα ἔπρασσον πρὸς οἰωνοῦ τιθέμενοι. κοῦροι δὲ διανέμουσι πᾶσιν ἐπαρξάμενοι δεπάεσσι. τὸ δὲ πᾶσιν οὐ τοῖς ποτηρίοις, ἀλλὰ τοῖς ἀνδράσιν. Ἀλκίνους γοῦν τῷ Ποντονόῳ φησί· μέθυ νεῖμον πᾶσιν ἀνὰ μέγαρον. καὶ ἑξῆς ἐπάγει· νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν. εἰσὶ δὲ καὶ τοῖς ἀρίστοις κατὰ δεῖπνα τιμαί. Τυδείδης γοῦν καὶ κρέασι καὶ πλείοις δεπάεσσι τιμᾶται καὶ Αἴας νώτοισι διηνεκέεσσι γεραίρεται, καὶ οἱ βασιλεῖς δὲ τοῖς αὐτοῖς· νῶτα βοός, τά ῥά οἱ πάρθεσαν αὐτῷ Μενέλαος δηλονότι. καὶ Ἰδομενέα δέ καὶ Ἀγαμέμνων πλείῳ δέπᾳ τιμᾷ καὶ Σαρπηδὼν δὲ παρὰ Λυκίοις τοῖς αὐτοῖς τιμᾶται, καὶ ἕδρῃ καὶ κρέασιν ἦν δέ τις αὐτοῖς καὶ διὰ τῆς προπόσεως ἀσπασμός· οἱ γοῦν θεοὶ χρυσέοις δεπάεσσι δειδέχατʼ ἀλλήλους, ἤτοι ἐδεξιοῦντο προπίνοντες ἑαυτοῖς ταῖς δεξιαῖς. καί τις δὲ δείδεκτʼ Ἀχιλλέα ἀντὶ τοῦ ἐδεξιοῦτο, ἐστι προέπινεν αὐτῷ τῇ δεξιᾷ διδοὺς τὸ ποτήριον. ἐδωροῦντο δὲ καὶ ἀπὸ τῆς αὑτῶν μοίρας οἷς ἐβούλοντο, ὡς Ὀδυσσεὺς νώτου ἀποπροταμὼν οὗ αὐτῷ παρέθεντο τῷ Δημοδόκῳ.
Kaibel Index Scriptorum
HOMERVS

Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License