DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
20

εὐωχοῦνται δὲ παρʼ Ὁμήρῳ καθήμενοι. οἴονται δέ τινες καὶ ἑκάστῳ τῶν δαιτυμόνων κατʼ ἄνδρα παρακεῖσθαι τράπεζαν. τῷ γοῦν Μέντῃ, φασίν, ἀφικομένῳ πρὸς Τηλέμαχον τῶν τραπεζῶν παρακειμένων ξεστὴ παρετέθη τράπεζα οὔκ ἐστι δὲ τοῦτο ἐμφανῶς τοῦ προκειμένου κατασκευαστικόν· δύναται γὰρ Ἀθηνᾶ ἀπὸ τῆς Τηλεμάχου τραπέζης δαίνυσθαι. παρʼ ὅλην δὲ τὴν συνουσίαν παρέκειντο αἱ τράπεζαι πλήρεις, ὡς παρὰ πολλοῖς τῶν βαρβάρων ἔτι καὶ νῦν ἔθος ἐστί, κατηρεφέες παντοίων ἀγαθῶν, κατὰ Ἀνακρέοντα μετὰ δὲ τὴν ἀναχώρησιν αἱ δμωαὶ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον καὶ τράπεζαν καὶ δέπα ἰδιάζον δὲ τὸ παρὰ Μενελάῳ εἰσάγει συμπόσιον. δειπνήσαντας γὰρ ποιεῖ ὁμιλοῦντας· εἶτʼ ἀπονιψαμένους ποιεῖ πάλιν δειπνοῦντας καὶ δόρπου ἐξαῦτις μεμνημένους μετὰ τὸν κλαυθμόν. τῷ δὲ μὴ αἴρεσθαι τὰς τραπέζας ἐναντιοῦσθαι δοκεῖ τὸ ἐν Ἰλιάδι· ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα. ἀναγνωστέον οὖν οὕτω· ἔσθων καὶ πίνων ἔτι, καὶ παρέκειτο τράπεζα, τὸν καιρὸν αἰτιᾶσθαι τὸν παρόντα δεῖ. πῶς γὰρ ἦν πρέπον τῷ Ἀχιλλεῖ πενθοῦντι παρακεῖσθαι τράπεζαν καθάπερ τοῖς εὐωχουμένοις παρʼ ὅλην τὴν συνουσίαν; παρετίθεντο δὲ οἱ μὲν ἄρτοι σὺν τοῖς κανοῖς, τὰ δὲ δεῖπνα κρέα μόνον ἦν ὀπτά. ζωμὸν δὲ οὐκ ἐποίει Ὅμηρος θύων βοῦς οὐδʼ ἧψεν κρέα οὐδʼ ἐγκέφαλον· ὤπτα δὲ καὶ τὰς κοιλίας. οὕτω σφόδρʼ ἦν ἀρχαῖος, Ἀντιφάνης φησί
Kaibel Index Scriptorum
ANACREO
HOMERVS

ANTIPHANES
ZENODOTVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Anacreon
Antiphanes
Homerus

Zenodotus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License