DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
18

ποιεῖ δὲ Ὅμηρος καὶ τὰς κόρας καὶ τὰς γυναῖκας λουούσας τοὺς ξένους, ὡς οὔτε φλεγμονὴν οὔτε ἀκρασίαν τῶν εὖ βεβιωκότων καὶ σωφρόνως ἁπτομένας. ἀρχαῖον δὲ τοῦτο ἔθος· λούουσι γοῦν καὶ αἱ Κωκάλου θυγατέρες, ὡς νενομισμένον, τὸν Μίνω παραγενόμενον εἰς Σικελίαν. τῆς μέθης δὲ κατατρέχων ποιητὴς τὸν τηλικοῦτον Κύκλωπα ὑπὸ μικροῦ σώματος διὰ ταύτην ἀπολλύμενον παρίστησι καὶ Εὐρυτίωνα τὸν Κένταυρον· τούς τε παρὰ Κίρκῃ λέοντας ποιεῖ καὶ λύκους ταῖς ἡδοναῖς ἐπακολουθήσαντας. τὸν δὲ Ὀδυσσέα σῴζει τῷ Ἑρμοῦ λόγῳ πεισθέντα· διὸ καὶ ἀπαθὴς γίνεται. Ἐλπήνορα δὲ πάροινον ὄντα καὶ τρυφερὸν κατακρημνίζει. καὶ Ἀντίνοος δʼ λέγων πρὸς Ὀδυσσέα οἶνός σε τρώει μελιηδής αὐτὸς οὐκ ἀπείχετο τοῦ πώματος· διὸ καὶ τρωθεὶς ἀπώλετο, ἔτι κρατῶν τὸ ποτήριον. ποιεῖ δὲ καὶ τοὺς Ἕλληνας ἐν τῷ ἀπόπλῳ μεθύοντας, διὸ καὶ στασιάζοντας· ὅθεν καὶ ἀπόλλυνται. ἱστορεῖ δὲ καὶ τὸν δεινότατον Αἰνείαν τῶν Τρώων ἐν τῷ βουλεύεσθαι διὰ τὴν ἐν τῇ μέθῃ παρρησίαν καὶ τὰς ἀπειλὰς ἃς Τρωσὶν ὑπέσχετο οἰνοποτάζων ὑπομείναντα τὴν Ἀχιλλέως ὁρμὴν καὶ μικροῦ παραπολλύμενον. καὶ Ἀγαμέμνων δὲ λέγει που περὶ αὑτοῦ· ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας οἴνῳ μεθύων, μʼ ἔβλαψαν θεοὶ αὐτοί, εἰς τὴν αὐτὴν τιθεὶς πλάστιγγα τὴν μέθην τῇ μανίᾳ. (οὕτω δὲ καὶ τὰ ἔπη ταῦτα προηνέγκατο Διοσκουρίδης Ἰσοκράτους μαθητής). καὶ Ἀχιλλεὺς δʼ ὀνειδίζων τῷ Ἀγαμέμνονί φησιν· οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων. ταῦτʼ εἶπε τὸ Θετταλὸν σόφισμα ἤτοι ἐκ Θετταλίας σοφιστής· παίζει δʼ ἴσως πρὸς τὴν παροιμίαν Ἀθήναιος.
Kaibel Index Scriptorum
DIOSCORIDES
HOMERVS

Kaibel Dialogi Personae
MYRTILVS
Meineke Index Scriptorum
Dioscorides
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License