DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
17

διὸ οὐδὲν θαυμαστὸν τοὺς οὕτω τεθραμμένους ἀφλεγμάντους εἶναι τὰ σώματα καὶ τὰς ψυχάς. ἐνδεικνύμενος οὖν καὶ τὴν εὐταξίαν ὡς ὑγιεινόν ἐστι καὶ εὔχρηστον καὶ κοινὸν τὸν σοφώτατον Νέστορα πεποίηκε Μαχάονι τῷ ἰατρῷ τετρωμένῳ τὸν δεξιὸν ὦμον προσφέροντα οἶνον, ταῖς φλεγμοναῖς ἐναντιώτατον ὄντα, καὶ τοῦτον Πράμνειον, ὃν ἴδμεν παχὺν καὶ πολύτροφον (οὐ δίψης ἄκος, ἀλλʼ ἐμφορήσεως ἕνεκα· πεπωκότι γοῦν παρακελεύεται συνεχῶς τοῦτο ποιεῖν· σὺ μέν, φησί, πῖνε καθήμενος), καὶ ἐπιξύοντα τυρὸν αἴγειον, ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον, ἵνα πλεῖον πίνῃ, καίτοι ἀλλαχοῦ λέγων τὸν οἶνον ἐκλύειν τὴν ἰσχὺν καὶ ἀπογυιοῦν. περὶ δὲ τοῦ Ἕκτορος Ἑκάβη οἰομένη μενεῖν αὐτὸν τὸ καταλειπόμενον τῆς ἡμέρας παρακαλεῖ πιεῖν σπείσαντα, προτρεπομένη εἰς θυμηδίαν· δʼ ὑπερτίθεται πρὸς πρᾶξιν ἐξιών. καὶ μὲν ἀπερισπάστως ἐπαινεῖ τὸν οἶνον, δὲ μετὰ ἄσθματος ἥκων ἀπωθεῖται· καὶ μὲν ἀξιοῖ σπείσαντα πιεῖν, δὲ καθῃμαγμένος ἀσεβὲς ἡγεῖται. οἶδε δὲ Ὅμηρος καὶ τὸ ὠφέλιμον καὶ τὸ σύμμετρον τοῦ οἴνου ἐν οἷς τὸν χανδὸν ἕλκοντα αὐτὸν βλάπτεσθαι φησί καὶ κράσεων δὲ γένη διάφορα ἐπίσταται· οὐκ ἂν γὰρ Ἀχιλλεὺς τὸ ζωρότερον κεραίρειν διέστειλε, μὴ οὔσης τινὸς καθημερινῆς κράσεως. ἴσως οὖν οὐκ ἐγίνωσκεν αὐτὸν εὐδιαφόρητον ἄνευ στερεμνίου σιτίου μίγματος, τοῖς ἰατροῖς διὰ τὴν τέχνην ἐστὶ δῆλον· τοῖς γοῦν καρδιακοῖς μετὰ οἴνου σιτῶδες ἀναμίσγουσί τι πρὸς κατοχὴν τῆς δυνάμεως. ἀλλʼ ἐκεῖνος τῷ μὲν Μαχάονι μετʼ ἀλφίτου καὶ τυροῦ δέδωκε τὸν οἶνον, τὸν δʼ Ὀδυσσέα ποιεῖ συνάπτοντα τὴν ἀπὸ τῶν σιτίων καὶ οἴνου ὠφέλειαν· ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς. τῷ δὲ κωθωνιζομένῳ δίδωσι τὸν ἡδύποτον, οὕτω καλέσας αὐτόν· ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο.
Kaibel Index Scriptorum
HOMERVS

Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License