DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
15

ὅτι Ὅμηρος ὁρῶν τὴν σωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν τοῖς νέοις καὶ πρώτην, ἔτι δὲ ἁρμόττουσαν καὶ πάντων τῶν καλῶν χορηγὸν οὖσαν, βουλόμενος ἐμφῦσαι πάλιν αὐτὴν ἀπʼ ἀρχῆς καὶ ἐφεξῆς, ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον ἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι καὶ ὦσιν εὐεργετικοὶ καὶ κοινωνικοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶ ἐμφύτους τὰς περὶ ἐδωδὴν καὶ πόσιν, τοὺς δὲ διαμεμενηκότας ἐν εὐτελείᾳ εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γίνεσθαι ἐγκρατεῖς. ἁπλῆν οὖν ἀποδέδωκε τὴν δίαιταν πᾶσι καὶ τὴν αὐτὴν ὁμοίως βασιλεῦσιν ἰδιώταις, νέοις πρεσβύταις, λέγων· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν, σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπὶ τὸ πολὺ βοείων· παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτʼ ἐν γάμοις οὔτʼ ἐν ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν, καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους· καὶ οὐ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλʼ ἀφʼ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. Αἴαντα οὖν μετὰ τὴν μονομαχίαν νώτοισι βοῶν γέραιρεν Ἀγαμέμνων· καὶ Νέστορι δʼ ἤδη ὄντι γηραιῷ καὶ Φοίνικι δὲ κρέας ὀπτὸν δίδωσι, ἀφιστῶν ἡμᾶς τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Ἀλκίνους δὲ τὸν τρυφερὸν ᾑρημένος βίον τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ Μενέλαος δὲ τοὺς τῶν παίδων γάμους ποιούμενος καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου νῶτα βοὸς παρέθηκεν ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ καὶ Νέστωρ δὲ βόας θύει Ποσειδῶνι παρὰ τῇ θαλάσσῃ διὰ τῶν φιλτάτων καὶ οἰκειοτάτων τέκνων, βασιλεὺς ὢν καὶ πολλοὺς ἔχων ὑπηκόους, τάδε παρακελευόμενος· ἀλλʼ ἄγʼ, μὲν πεδίονδʼ ἐπὶ βοῦν ἴτω καὶ τὰ ἑξῆς· ὁσιωτέρα γὰρ αὕτη θυσία θεοῖς καὶ προσφιλεστέρα διὰ τῶν οἰκείων καὶ εὐνουστάτων ἀνδρῶν. καὶ τοὺς μνηστῆρας δὲ ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους οὔτε ἰχθῦς ἐσθίοντας ποιεῖ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρικὰς μαγγανείας καὶ τά, ὡς Μένανδρός φησιν, ὑποβινητιῶντα βρώματα καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκαβον καλούμενον βρῶμα, ὥς φησι Χρύσιππος ἐν τῷ περὶ καλοῦ καὶ ἡδονῆς, οὗ κατασκευὴ περιεργοτέρα.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License