DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
10

Θεόφιλος δέ φησιν· οὐχ ὥσπερ Φιλόξενον τὸν Ἐρύξιδος· ἐκεῖνος γάρ, ὡς ἔοικεν, ἐπιμεμφόμενος τὴν φύσιν εἰς τὴν ἀπόλαυσιν ηὔξατό ποτε γεράνου τὴν φάρυγγα σχεῖν· ἀλλὰ πολὺ μᾶλλον ἵππον ὅλως βοῦν κάμηλον ἐλέφαντα δεῖ σπουδάζειν γενέσθαι. οὕτω γὰρ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ ἡδοναὶ πολλῷ μείζους καὶ σφοδρότεραι· πρὸς γὰρ τὰς δυνάμεις ποιοῦνται τὰς ἀπολαύσεις. Κλέαρχος δὲ Μελάνθιόν φησι τοῦτʼ εὔξασθαι λέγων· Τιθωνοῦ Μελάνθιος ἔοικε βουλεύσασθαι βέλτιον. μὲν γὰρ ἀθανασίας ἐπιθυμήσας ἐν θαλάμῳ κρέμαται πάντων ὑπὸ γήρως ἐστερημένος τῶν ἡδέων· Μελάνθιος δὲ τῶν ἀπολαύσεων ἐρῶν ηὔξατο τῆς μακραύχενος ὄρνιθος τὸν τράχηλον ἔχειν, ἵνʼ ὅτι πλεῖστον τοῖς ἡδέσιν ἐνδιατρίβῃ. αὐτός φησι Πίθυλλον τὸν Τένθην καλούμενον οὐ περιγλωττίδα μόνον ὑμενίνην φορεῖν, ἀλλὰ καὶ προσελυτροῦν τὴν γλῶσσαν πρὸς τὰς ἀπολαύσεις· καὶ τέλος ἰχθύαν τρίβων ἀπεκάθαιρεν αὐτήν. μόνος δʼ οὗτος τῶν ἀπολαυστικῶν καὶ δακτυλήθρας ἔχων ἐσθίειν λέγεται τὸ ὄψον, ἵνʼ ὡς θερμότατον τρισάθλιος ἀναδιδῷ τῇ γλώττῃ. ἄλλοι δὲ φίλιχθυν τὸν Φιλόξενόν φασιν· Ἀριστοτέλης δὲ φιλόδειπνον ἁπλῶς, ὃς καὶ γράφει που ταῦτα· δημηγοροῦντες ἐν τοῖς ὄχλοις κατατρίβουσιν ὅλην τὴν ἡμέραν ἐν τοῖς θαύμασι καὶ πρὸς τοὺς ἐκ τοῦ Φάσιδος Βορυσθένους καταπλέοντας, ἀνεγνωκότες οὐδὲν πλὴν εἰ τὸ Φιλοξένου Δεῖπνον οὐχ ὅλον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License