Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
68

ἐπὶ τούτοις λεγομένοις παρηνέχθη ῥοδουντία καλουμένη λοπάς· περὶ ἧς ἐξετραγῴδησεν σοφὸς ἐκεῖνος μάγειρος, πρὶν καὶ ἐπιδεῖξαι τι φέρει. διεχλεύαζέ τε τοὺς πάνυ μαγείρους γενομένους, ὧν καὶ μνημονεύων ἔφη· τί τοιοῦτον ἐξεῦρεν παρὰ Ἀνθίππῳ τῷ κωμικῷ μάγειρος, ὃς ἐν τῷ Ἐγκαλυπτομένῳ τοιάδε ὠγκώσατο· Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος ἐγένονθʼ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης· ἐδίδασκε δʼ αὐτοὺς Σικελιώτης Λάβδακος. οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα ἀρτύματʼ ἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυίαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς Κρόνος ἀρτύμασιν ἐχρῆτο, πάντʼ ἀφεῖλον εἶναί θʼ ὑπέλαβον τὸν τοῖς τοιούτοις παντοπώλην χρώμενον. αὐτοὶ δʼ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τʼ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐποίουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπές. οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τʼ ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους. μὲν οὖν Ῥόδιος πιών τινʼ ἅλμην ἀπέθανεν· παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. Β. μάλʼ εἰκότως. Α. Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, ἐμὸς γενόμενος, πάτερ, διδάσκαλος. καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. Β. παπαῖ· ἐμὲ κατακόψεις, οὐχ θύειν μέλλομεν. Α. τὸν ὄρθρον ἐν ταῖς χερσὶν ὄψει βιβλία ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην, οὐθὲν Διοδώρου διαφέροντʼ Ἀσπενδίου. γεύσω δʼ, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων· οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα, τεταγμένʼ εὐθύς ἐστί μοι πρὸς τὸν βίον· ἕτερʼ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην ἔχον πατρῴαν οὐσίαν κατεσθίει· τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα· γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός, πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστʼ ἔχων. τῷ φιλοσόφῳ παρέθηκα κωλέαν, πόδας· ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολήν ἐστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον· ὅταν ἐγγὺς δʼ ὅδʼ ὕστερος, ἀρτύω φακῆν καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρὸν ποιῶ. τὰ τῶν γερόντων στόματα διαφορὰν ἔχει, νωθρότερα πολλῷ δʼ ἐστὶν τὰ τῶν νέων. σίναπυ παρατίθημι τούτοις καὶ ποιῶ χυλοὺς ἐχομένους δριμύτητος τὴν φύσιν, ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα. ἰδὼν τὸ πρόσωπον γνώσομʼ οὗ ζητεῖ φαγεῖν ἕκαστος ὑμῶν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License