Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
64

ΣΥΟΣ δὲ ἀγρίου ἐπεισενεχθέντος, ὃς κατʼ οὐδὲν ἦν ἐλάττων τοῦ καλοῦ γραφομένου Καλυδωνίου, προβάλλω, τὶς ἔφη, σοὶ ζητεῖν, φροντιστὰ καὶ λογιστὰ Οὐλπιανέ, τίς ἱστόρηκε τὸν Καλυδώνιον σῦν θήλειάν τε γεγονέναι καὶ λευκὸν τὴν χρόαν. δὲ σφόδρα φροντίσας καὶ τὸ προβληθὲν ἀποδιοπομπησάμενος ἀλλʼ ὑμεῖς γε, ἔφη, ἄνδρες γάστρωνες, εἰ μὴ κόρον ἤδη ἔχετε τοσούτων ἐμπλησθέντες, ὑπερβάλλειν μοι δοκεῖτε πάντας τοὺς ἐπὶ πολυφαγίᾳ διαβοήτους γενομένους· καὶ τίνες εἰσὶν οὗτοι ζητεῖτε. προφέρεσθαι δὲ δίκαιόν ἐστιν ὑμᾶς σὺν τῷ σ σῦς ἐτυμώτερον· παρὰ τὸ σεύεσθαι γὰρ καὶ ὁρμητικῶς ἔχειν τὸ ζῷον εἴρηται. τέτριπται δὲ καὶ τὸ λέγειν χωρὶς τοῦ κατʼ ἀρχὰς σ ὗς. οἳ δὲ σῦν εἰρῆσθαι οἱονεὶ θῦν, τὸν εἰς θυσίαν εὐθετοῦντα. νῦν δέ, εἰ δοκεῖ, ἀποκρίνασθέ μοι τίς μνημονεύει κατὰ τὸ σύνθετον ὁμοίως ἡμῖν συάγρου ἐπὶ τοῦ συὸς τοῦ ἀγρίου. Σοφοκλῆς μὲν γὰρ ἐν Ἀχιλλέως Ἐρασταῖς ἐπὶ κυνὸς ἔταξε τοὔνομα ἀπὸ τοῦ σῦς ἀγρεύειν, λέγων· σὺ δʼ, Σύαγρε, Πηλιωτικὸν τρέφος. παρʼ Ἡροδότῳ δὲ ὄνομα κύριον Σύαγρος Λάκων γένος, πρὸς Γέλωνα τὸν Συρακόσιον πρεσβεύσας περὶ τῆς πρὸς τοὺς Μήδους συμμαχίας ἐν τῇ ἐβδόμῃ καὶ Αἰτωλῶν δὲ οἶδα στρατηγὸν Σύαγρον, οὗ μνημονεύει Φύλαρχος ἐν τετάρτῃ ἱστοριῶν καὶ Δημόκριτος ἔφη· ἀεί ποτε σύ, Οὐλπιανέ, οὐδενὸς μεταλαμβάνειν εἴωθας τῶν παρασκευαζομένων πρὶν μαθεῖν εἰ χρῆσις μὴ εἴη τῶν ὀνομάτων παλαιά. κινδυνεύεις οὖν ποτε διὰ ταύτας τὰς φροντίδας ὥσπερ Κῷος Φιλητᾶς ζητῶν τὸν καλούμενον ψευδολόγον τῶν λόγων ὁμοίως ἐκείνῳ διαλυθῆναι. ἰσχνὸς γὰρ πάνυ τὸ σῶμα διὰ τὰς ζητήσεις γενόμενος ἀπέθανεν, ὡς τὸ πρὸ τοῦ μνημείου αὐτοῦ ἐπίγραμμα δηλοῖ· ξεῖνε, Φιλητᾶς εἰμί. λόγων ψευδόμενός με ὤλεσε καὶ νυκτῶν φροντίδες ἑσπέριοι.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License