Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
53

παρῆσαν δὲ πολλάκις ἡμῖν καὶ οἱ καλούμενοι ΠΑΡΑΣΤΑΤΑΙ, ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καὶ Σιμάριστος ἐν γʹ Συνωνύμων καὶ τετάρτῳ. εἰσὶ δʼ οἱ ὄρχεις οὕτω καλούμενοι. συγκεκνισωμένων δέ τινων κρεῶν ζωμῷ καὶ παραφερομένων ἐπεί τις ἔφη τῶν ΠΝΙΚΤΩΝ κρεᾳδίων δός, τῶν ὀνομάτων Δαίδαλος Οὐλπιανὸς αὐτὸς ἐγώ, φησίν, ἀποπνιγήσομαι, εἰ μὴ εἴπῃς ὅπου καὶ σὺ εὗρες τὰ τοιαῦτα κρεᾴδια. οὐ μὴ γὰρ ὀνομάσω πρὶν μαθεῖν. δὲ Στράττις εἶπεν, ἔφη, ἐν Μακεδόσιν Παυσανίᾳ· πνικτόν τι τοίνυν ἔστω σοι συχνὸν τοιοῦτον. καὶ Εὔβουλος Κατακολλωμένῳ· καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα. Ἀριστοφάνης τʼ εἴρηκεν ἐν Σφηξίν· ἐν λοπάδι πεπνιγμένον. Κρατῖνος δʼ ἐν Δηλιάσι· τῷ δʼ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως. Ἀντιφάνης δʼ ἐν Ἀγροίκῳ· καὶ πρῶτα μὲν αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον· ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη, χλόην καταμπέχοντα σάρκα νεογενῆ. Β. τί λέγεις; Α. τραγῳδίαν περαίνω Σοφοκλέους.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License