Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
48

ὑποκοριστικῶς δὲ Εὔπολις ἐν Πόλεσιν αὐτοὺς κέκληκεν ὀρτύγια λέγων οὕτως· ὄρτυγας ἔθρεψας σύ τινας ἤδη πώποτε; Β. ἔγωγε μίκρʼ ἄττʼ ὀρτύγια. κἄπειτα τί; Ἀντιφάνης δʼ ἐν Ἀγροίκῳ ὀρτύγιον εἴρηκεν οὕτως· ὡς δὴ σὺ τί ποιεῖν δυνάμενος ὀρτυγίου ψυχὴν ἔχων; Πρατίνας δʼ ἐν Δυμαίναις Καρυάτισιν ἁδύφωνον ἰδίως καλεῖ τὸν ὄρτυγα, πλὴν εἰ μή τι παρὰ τοῖς Φλιασίοις τοῖς Λάκωσι φωνήεντες, ὡς καὶ οἱ πέρδικες. καὶ σιαλὶς δὲ ἀπὸ τούτου ἂν εἴη, φησὶν Δίδυμος, ὠνομασμένη. σχεδὸν γὰρ τὰ πλεῖστα τῶν ὀρνέων ἀπὸ τῆς φωνῆς ἔχει τὴν ὀνομασίαν. δὲ ὀρτυγομήτρα καλουμένη, ἧς μνημονεύει Κρατῖνος ἐν Χείρωσι λέγων· Ἰθακησία ὀρτυγομήτρα λέγει δὲ περὶ αὐτῆς Μύνδιος Ἀλέξανδρος ὅτι ἐστὶ τὸ μέγεθος ἡλίκη τρυγών, σκέλη δὲ μακρά, δυσθαλὴς καὶ δειλή. περὶ δὲ τῆς τῶν ὀρτύγων θήρας ἰδίως ἱστορεῖ Κλέαρχος Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν τῇ Πλάτωνος Πολιτείᾳ μαθηματικῶς εἰρημένων γράφων οὕτως· οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν, ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις αὐτῶν καὶ πρὸ τούτου βρόχον θῇ, τρέχοντες πρὸς τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον. καὶ περὶ τῶν κολοιῶν δὲ καλουμένων τὰ ὅμοια ἱστορεῖ ἐν τούτοις· καὶ τοῖς κολοιοῖς δὲ διὰ τὴν φυσικὴν φιλοστοργίαν, καίπερ τοσοῦτον πανουργίᾳ διαφέρουσιν, ὅμως ὅταν ἐλαίου κρατὴρ τεθῇ πλήρης, οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσι. διόπερ ἐλαιοβρόχων γενομένων τῶν πτερῶν αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως. τὴν μέσην δὲ τοῦ ὀνόματος συλλαβὴν ἐκτείνουσιν Ἀττικοὶ ὡς δοίδυκα καὶ κήρυκα, ὡς Ἰξίων φησὶ Δημήτριος ἐν τῷ περὶ τῆς Ἀλεξανδρέων διαλέκτου. Ἀριστοφάνης δʼ ἐν Εἰρήνῃ συνεσταλμένως ἔφη διὰ τὸ μέτρον· ὄρτυγες οἰκογενεῖς. τῶν δὲ καλουμένων ΧΕΝΝΙΩΝ (μικρὸν δʼ ἐστὶν ὀρτύγιον) μνημονεύει Κλεομένης ἐν τῇ πρὸς Ἀλέξανδρον ἐπιστολῇ γράφων οὕτως· φαληρίδας ταριχηρὰς μυρίας, τυλάδας πεντακισχιλίας, χέννια ταριχηρὰ μύρια. καὶ Ἵππαρχος ἐν τῇ Αἰγυπτίᾳ Ἰλιάδι· οὐδέ μοι Αἰγυπτίων βίος ἤρεσεν οἷον ἔχουσι, χέννια τίλλοντες καλκατιαδεισαλέοντα.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License