Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
47

ΟΡΤΥΓΕΣ. καθόλου ἐπὶ τῶν εἰς υξ ληγόντων ὀνομάτων ἐζήτηται τί δή ποτε τῷ αὐτῷ οὐ χρῶνται ἐπὶ γενικῆς συμφώνῳ τῆς τελευταίας συλλαβῆς τυπωτικῷ (λέγω δὲ ὄνυξ καὶ ὄρτυξ), τὰ δὲ εἰς ξ ἀρσενικὰ ἁπλᾶ δισσύλλαβα ὅταν τῷ υ παρεδρεύηται, ἔχῃ δὲ τῆς τελευταίας συλλαβῆς ἄρχον ἕν τι τῶν ἀμεταβόλων διʼ ὧν πρώτη συζυγία τῶν βαρυτόνων λέγεται, διὰ τοῦ κ ἐπὶ γενικῆς κλίνεται, κήρυκος, πέλυκος, Ἔρυκος, Βέβρυκος, ὅσα δὲ μὴ τοῦτον ἔχει τὸν χαρακτῆρα, διὰ τοῦ γ, ὄρτυγος, ὄρυγος, κόκκυγος. σημειῶδες δὲ τὸ ὄνυχος. καθόλου τε τῇ πληθυντικῇ εὐθείᾳ ἑπομένη ἑνικὴ γενικὴ χρῆται τῷ αὐτῷ συμφώνῳ τῆς τελευταίας τυπωτικῷ, κἂν ἄνευ συμφώνου λέγηται, ὁμοίως. Ἀριστοτέλης δέ φησιν· ὄρτυξ ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων, νεοττιὰν δὲ οὐ ποιεῖ, ἀλλὰ κονίστραν· καὶ ταύτην σκεπάζει φρυγάνοις διὰ τοὺς ἱέρακας, ἐν ἐπῳάζει. Ἀλέξανδρος δʼ Μύνδιος ἐν δευτέρῳ περὶ ζῴων θῆλυς, φησίν, ὄρτυξ λεπτοτράχηλός ἐστι τοῦ ἄρρενος οὐκ ἔχων τὰ ὑπὸ τῷ γενείῳ μέλανα. ἀνατμηθεὶς δὲ πρόλοβον οὐχ ὁρᾶται μέγαν ἔχων, καρδίαν δʼ ἔχει μεγάλην, καὶ ταύτην τρίλοβον. ἔχει δὲ καὶ ἧπαρ καὶ τὴν χολὴν ἐν τοῖς ἐντέροις κεκολλημένην, σπλῆνα μικρὸν καὶ δυσθεώρητον, ὄρχεις δὲ ὑπὸ τῷ ἥπατι ὡς ἀλεκτρυόνες. περὶ δὲ τῆς γενέσεως αὐτῶν Φανόδημος ἐν δευτέρῳ Ἀτθίδος φησίν· ὡς κατεῖδεν Ἐρυσίχθων Δῆλον τὴν νῆσον τὴν ὑπὸ τῶν ἀρχαίων καλουμένην Ὀρτυγίαν παρʼ τὰς ἀγέλας τῶν ζῴων τούτων φερομένας ἐκ τοῦ πελάγους ἱζάνειν εἰς τὴν νῆσον διὰ τὸ εὔορμον εἶναι ... Εὔδοξος δʼ Κνίδιος ἐν πρώτῳ γῆς περιόδου τοὺς Φοίνικας λέγει θύειν τῷ Ἡρακλεῖ ὄρτυγας διὰ τὸ τὸν Ἡρακλέα τὸν Ἀστερίας καὶ Διὸς πορευόμενον εἰς Λιβύην ἀναιρεθῆναι μὲν ὑπὸ Τυφῶνος, Ἰολάου δʼ αὐτῷ προσενέγκαντος ὄρτυγα καὶ προσαγαγόντος ὀσφρανθέντα ἀναβιῶναι. ἔχαιρε γάρ, φησί, καὶ περιὼν τῷ ζῴῳ τούτῳ.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License