Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
44

ἀληθῆ λέγειν φησὶ τὸν Ξενοφῶντα Πλούταρχος περὶ τῶν ὠτίδων· φέρεσθαι γὰρ πάμπολλα τὰ ζῷα ταῦτα εἰς τὴν Ἀλεξάνδρειαν ἀπὸ τῆς παρακειμένης Λιβύης, τῆς θήρας αὐτῶν τοιαύτης γινομένης. μιμητικὸν δέ ἐστι τὸ ζῷον τοῦτο, ὦτος, μάλιστα ὧν ἂν ἴδῃ ποιοῦντα ἄνθρωπον. ποιεῖ δʼ οὖν ταὐτὰ ὅσα ἂν ἴδῃ τοὺς κυνηγοῦντας πράττοντας. οἳ δὲ στάντες αὐτῶν καταντικρὺ ὑπαλείφονται φαρμάκῳ τοὺς ὀφθαλμούς, παρασκευάσαντες ἄλλα φάρμακα κολλητικὰ ὀφθαλμῶν καὶ βλεφάρων, ἅπερ οὐ πόρρω ἑαυτῶν ἐν λεκανίσκαις βραχείαις τιθέασιν. οἱ οὖν ὦτοι θεώμενοι τοὺς ὑπαλειφομένους τὸ αὐτὸ καὶ αὐτοὶ ποιοῦσιν ἐκ τῶν λεκανίδων λαμβάνοντες καὶ ταχέως ἁλίσκονται. γράφει δὲ περὶ αὐτῶν Ἀριστοτέλης οὕτως ὅτι ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων καὶ τριδακτύλων, μέγεθος ἀλεκτρυόνος μεγάλου, χρῶμα ὄρτυγος, κεφαλὴ προμήκης, ῥύγχος ὀξύ, τράχηλος λεπτός, ὀφθαλμοὶ μεγάλοι, γλῶσσα ὀστώδης, πρόλοβον δʼ οὐκ ἔχει. Ἀλέξανδρος δʼ Μύνδιος καὶ προσαγορεύεσθαί φησιν αὐτὸν λαγωδίαν. φασὶ δʼ αὐτὸν καὶ τὴν τροφὴν ἀναμαρυκᾶσθαι ἥδεσθαί τε ἵππῳ. εἰ γοῦν τις δορὰν ἵππων περιθοῖτο, θηρεύσει ὅσους ἂν θέλῃ· προσίασι γάρ. ἐν ἄλλοις δὲ πάλιν φησὶν Ἀριστοτέλης· ὦτός ἐστι μὲν παρόμοιος τῇ γλαυκί, οὔκ ἐστι δὲ νυκτερινός. ἔχει τε περὶ τὰ ὦτα πτερύγια, διὸ καὶ ὦτος καλεῖται· μέγεθος περιστερᾶς, μιμητὴς ἀνθρώπων· ἀντορχούμενος γοῦν ἁλίσκεται. ἀνθρωποειδὴς δʼ ἐστὶ τὴν μορφὴν καὶ πάντων μιμητὴς ὅσα ἄνθρωπος ποιεῖ. διόπερ καὶ τοὺς ἐξαπατωμένους ῥᾳδίως ἐκ τοῦ τυχόντος οἱ κωμικοὶ ὤτους καλοῦσιν. ἐν γοῦν τῇ θήρᾳ αὐτῶν ἐπιτηδειότατος ὀρχεῖται στὰς κατὰ πρόσωπον αὐτῶν, καὶ τὰ ζῷα βλέποντα εἰς τὸν ὀρχούμενον νευροσπαστεῖται. ἄλλος δέ τις ὄπισθεν στὰς καὶ λαθὼν συλλαμβάνει τῇ περὶ τὴν μίμησιν ἡδονῇ κατεχομένους.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License