Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
3

ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν· σὺ δʼ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου παροψὶς κεῖται. ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως· ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε· Α. γυνὴ καθεύδουσʼ ἐστὶν ἀργόν. Β. μανθάνω. Α. ἐγρηγορυίας δʼ εἰσὶν αἱ παροψίδες αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμʼ εἰς ἡδονὴν τἄλλα βεῖν οὐ γάρ τινες παροψίδες εἰσʼ, ἀντιβολῶ σʼ; κἀν τοῖς δʼ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι· τὰ δʼ ἀλλότριʼ ἔσθʼ ὅμοια ταῖς παροψίσι· βραχὺ γάρ τι τέρψαντʼ ἐξανάλωται ταχύ. Ἀριστοφάνης Δαιδάλῳ· πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License