Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
13

ΚΕΦΑΛΩΤΟΝ. τοῦτο καὶ πράσιον καλεῖσθαί φησιν αὐτὸς Δίφιλος καὶ εὐχυλότερον εἶναι τοῦ καρτοῦ. εἶναι δὲ καὶ αὐτὸ μέσως λεπτυντικόν, θρεπτικόν τε καὶ πνευματῶδες. Ἐπαίνετος δʼ ἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ καλεῖσθαί φησι γηθυλλίδας. τοῦτο δὲ τὸ ὄνομα μνήμης εὑρίσκω τετυχηκὸς παρὰ μὲν Εὐβούλῳ ἐν Πορνοβοσκῷ οὕτως· οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά· παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον, ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας. οἳ δὲ τὸ γήθυον καλούμενον τοῦτό φασιν εἶναι, οὗ μνημονεύει Φρύνιχος ἐν Κρόνῳ· ὅπερ ἐξηγούμενος δρᾶμα Δίδυμος ὅμοιά φησιν εἶναι τὰ γήθυα τοῖς λεγομένοις ἀμπελοπράσοις, τὰ δʼ αὐτὰ καὶ γηθυλλίδας λέγεσθαι. μνημονεύει τῶν γηθυλλίδων καὶ Ἐπίχαρμος ἐν Φιλοκτήτῃ οὕτως· ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο. Ἀριστοφάνης Αἰολοσίκωνι δευτέρῳ· τῶν δὲ γηθύων ῥίζας ἐχούσας σκοροδομίμητον φύσιν. Πολέμων δʼ περιηγητὴς ἐν τῷ περὶ Σαμοθρᾴκης καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητώ, γράφων οὕτως· διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης. ἑώρακα δὲ καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος· διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License