Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
24

περὶ δὲ Καλλιμέδοντος τοῦ Καράβου ὅτι καὶ φίλιχθυς ἦν καὶ διάστροφος τοὺς ὀφθαλμούς, Τιμοκλῆς ἐν Πολυπράγμονι· εἶθʼ Καλλιμέδων ἄφνω Κάραβος προσῆλθεν. ἐμβλέπων δέ μοι, ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα ἐλάλει. συνιεὶς δʼ οὐδὲν εἰκότως ἐγὼ ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δʼ ἄρα βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι. Ἄλεξις δʼ ἐν Κρατεύᾳ Φαρμακοπώλῃ· τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας ἤδη τετάρτην ἡμέραν. Β. ἦσαν κόραι θυγατέρες αὐτῷ; Α. τὰς μὲν οὖν τῶν ὀμμάτων, ἃς οὐδʼ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας ἔπαυσε μαινομένας, καταστήσειεν ἄν. ὁμοίως αὐτὸν σκώπτει κἀν τοῖς ἐπιγραφομένοις Συντρέχουσιν. εἰς δὲ ὀψοφαγίαν ἐν μὲν Φαίδωνι Φαιδρίᾳ οὕτως· ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ, ἵνα Καλλιμέδοντʼ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ, παύσῃς καταιγίζοντα διʼ ὅλης ἡμέρας. Β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις. μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει. τὰ αὐτὰ ἰαμβεῖα φέρεται κἀν τῇ ἐπιγραφομένῃ Εἰς τὸ φρέαρ. ἐν δὲ Μανδραγοριζομένῃ· εἴ τινας μᾶλλον φιλῶ ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς, ἵνα Καλλιμέδων Κάραβος πρίαιτό με. ἐν δὲ Κρατεύᾳ· καὶ Καλλιμέδων μετʼ Ὀρφέως Κάραβος. Ἀντιφάνης δʼ ἐν Γοργύθῳ· ἧττόν τʼ ἀποσταίην ἂν ὧν προειλόμην Καλλιμέδων γλαύκου προοῖτʼ ἂν κρανίον. Εὔβουλος δʼ ἐν Ἀνασῳζομένοις· ἕταιροι δὲ θεοῖσι συμπεπλεγμένοι μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων ἅθρους τεμαχίτας, ὥστʼ ἐνεῖναι μηδὲ ἕν. Θεόφιλος δʼ ἐν Ἰατρῷ ἅμα σκώπτων αὐτοῦ καὶ τὸ ἐν λόγοις ψυχρόν· πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων ... ........... ἐγχέλειον παρατέθεικε. τῷ πατρὶ τευθὶς ἦν χρηστή. πατρίδιον, πῶς ἔχεις πρὸς κάραβον; ψυχρός ἐστιν, ἄπαγε, φησί· ῥητόρων οὐ γεύομαι. Φιλήμονος δʼ ἐν Μετιόντι εἰπόντος· Ἀγύρριος δὲ παρατεθέντος καράβου ὡς εἶδεν αὐτὸν χαῖρε πάππα φίλτατε εἴπας τί ἐποίει; τὸν πατέρα κατήσθιεν. Ἡρόδικος δʼ Κρατήτειος ἐν τοῖς συμμίκτοις ὑπομνήμασι τοῦ Καλλιμέδοντος υἱὸν ὄντα ἀπέδειξε τὸν Ἀγύρριον.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License