Book 8
Χρύσιππον δʼ, ἄνδρες φίλοι, τὸν τῆς στοᾶς ἡγεμόνα κατὰ πολλὰ θαυμάζων ἔτι μᾶλλον ἐπαινῶ τὸν πολυθρύλητον ἐπὶ τῇ ὀψολογίᾳ Ἀρχέστρατον αἰεί ποτε μετὰ Φιλαινίδος κατατάττοντα, εἰς ἣν ἀναφέρεται τὸ περὶ ἀφροδισίων ἀκόλαστον σύγγραμμα, ὅπερ φησὶ ποιῆσαι Αἰσχρίων ὁ Σάμιος ἰαμβοποιὸς Πολυκράτη τὸν σοφιστὴν ἐπὶ διαβολῇ τῆς ἀνθρώπου σωφρονεστάτης γενομένης. ἔχει δὲ οὕτως τὰ ἰαμβεῖα· ἐγὼ Φιλαινὶς ἡ ʼπίβωτος ἀνθρώποις ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι. μή μʼ, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην· οὐ γὰρ μὰ τὸν Ζεῦν, οὐ μὰ τοὺς κάτω κούρους, οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης· Πολυκράτης δὲ τὴν γενῆν Ἀθηναῖος, λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα, ἔγραψεν ἅσσʼ ἔγραψʼ· ἐγὼ γὰρ οὐκ οἶδα. ἀλλʼ οὖν ὅ γε θαυμασιώτατος Χρύσιππος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησι· καὶ βιβλία τά τε Φιλαινίδος καὶ τὴν τοῦ Ἀρχεστράτου Γαστρονομίαν καὶ δυνάμεις ἐρωτικὰς καὶ συνουσιαστικάς, ὁμοίως δὲ καὶ τὰς θεραπαίνας ἐμπείρους τοιῶνδε κινήσεών τε καὶ σχημάτων καὶ περὶ τὴν τούτων μελέτην γινομένας. καὶ πάλιν· ἐκμανθάνειν τʼ αὐτοὺς τὰ τοιαῦτα καὶ κτᾶσθαι τὰ περὶ τούτων γεγραμμένα Φιλαινίδι καὶ Ἀρχεστράτῳ καὶ τοῖς τὰ ὅμοια γράψασιν. κἀν τῷ ἑβδόμῳ δέ φησι· καθάπερ γὰρ οὐκ ἐκμανθάνειν τὰ Φιλαινίδος καὶ τὴν Ἀρχεστράτου Γαστρονομίαν ἔστιν ὡς φέροντά τι πρὸς τὸ ζῆν ἄμεινον.
|
CTS URN Retriever
The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.
The syntax of the URNs follows the specification of the CITE Architecture.
For example:
The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.
For example:
Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.
The icons on the left of each paragraph are links to external resources:
- list icon : automatic alignment of index entries with the Greek text of the Deipnosophists (indices by August Meineke, Georg Kaibel, and S. Douglas Olson);
- tag icon : POS tagging of the text through the OpenNLP POSTagger for Ancient Greek.
Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.
For example:
- Ath. Deipn. 1.1: Ἀθήναιος μὲν ὁ τῆς βίβλου πατήρ
urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc2:1.1@Ἀθήναιος[1]-πατήρ[1]