Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
99

ΟΝΟΣ καὶ ΟΝΙΣΚΟΣ. ὄνος, φησὶν Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν, ἔχει στόμα ἀνερρωγὸς ὁμοίως τοῖς γαλεοῖς· καὶ οὐ συναγελαστικός. καὶ μόνος οὗτος ἰχθύων τὴν καρδίαν ἐν τῇ κοιλίᾳ ἔχει καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους ἐμφερεῖς μύλαις. φωλεύει τε μόνος ἐν ταῖς ὑπὸ κύνα θερμοτάταις ἡμέραις, τῶν ἄλλων ταῖς χειμεριωτάταις φωλευόντων. μνημονεύει δʼ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας ὄνους. διαφέρει δʼ ὄνος ὀνίσκου, ὥς φησι Δωρίων ἐν τῷ περὶ ἰχθύων γράφων οὕτως· ὄνος, ὃν καλοῦσί τινες γάδον. γαλλερίας, ὃν καλοῦσί τινες ὀνίσκον τε καὶ μάξεινον. Εὐθύδημος δʼ ἐν τῷ περὶ ταρίχων οἳ μὲν βάκχον, φησί, καλοῦσιν, οἳ δὲ χελλαρίην, οἳ δὲ ὀνίσκον. Ἀρχέστρατος δέ φησι· τὸν δʼ ὄνον Ἀνθηδών, τὸν καλλαρίαν καλέουσιν, ἐκτρέφει εὐμεγέθη, σομφὴν δὲ τρέφει τινὰ σάρκα κἄλλως οὐχ ἡδεῖαν ἔμοιγʼ, ἄλλοι δʼ ....... αἰνοῦσιν· χαίρει γὰρ μὲν τούτοις, δʼ ἐκείνοις.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License