Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
17

Ἀριστοτέλης δʼ ἐν τῷ περὶ ζῴων ἠθῶν ὅπου ἂν ἀνθίας ᾖ, φησίν, οὐκ ἐστὶν θηρίον· σημείῳ χρώμενοι οἱ σπογγιεῖς κατακολυμβῶσι καλοῦντες αὐτὸν ἱερὸν ἰχθύν. μνημονεύει δʼ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων· τὸν δʼ ἀνθίαν τινὲς καὶ κάλλιχθυν καλοῦσιν, ἔτι δὲ καλλιώνυμον καὶ ἔλοπα. Ἱκέσιος δʼ ἐν τοῖς περὶ ὕλης ὑπὸ μέν τινων λύκον, ὑπὸ δʼ ἄλλων καλλιώνυμον· εἶναι δʼ αὐτὸν χονδρώδη καὶ εὔχυλον καὶ εὐέκκριτον, οὐκ εὐστόμαχον δέ. Ἀριστοτέλης δὲ καὶ καρχαρόδοντα εἶναι τὸν κάλλιχθυν σαρκοφάγον τε καὶ συναγελαζόμενον. Ἐπίχαρμος δʼ ἐν Μούσαις τὸν μὲν ἔλοπα καταριθμεῖται, τὸν δὲ κάλλιχθυν καλλιώνυμον ὡς τὸν αὐτὸν ὄντα σεσίγηκεν· λέγει δὲ περὶ τοῦ ἔλοπος οὕτως· τόν τε πολυτίματον ἔλοπʼ, δʼ αὐτὸς χαλκὸς ὤνιος, ἕνα μόνον, καὶ κῆνον Ζεὺς ἔλαβε κἠκελήσατο κατθέμειν αὐτῷ τέ οἱ καὶ τᾷ δάμαρτι θωτέρω. Δωρίων δʼ ἐν τῷ περὶ ἰχθύων διαφέρειν φησὶν ἀνθίαν καὶ κάλλιχθυν, ἔτι τε καὶ καλλιώνυμον καὶ ἔλοπα.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License