Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
59

Εὔφαντος δʼ ἐν τετάρτῃ ἱστοριῶν Πτολεμαίου φησὶ τοῦ τρίτου βασιλεύσαντος Αἰγύπτου κόλακα γενέσθαι Καλλικράτην, ὃς οὕτω δεινὸς ἦν, ὡς μὴ μόνον Ὀδυσσέως εἰκόνα ἐν τῇ σφραγῖδι περιφέρειν, ἀλλὰ καὶ τοῖς τέκνοις ὀνόματα θέσθαι Τηλέγονον καὶ Ἀντίκλειαν. Πολύβιος δʼ ἐν τῇ τρισκαιδεκάτῃ τῶν ἱστοριῶν Φιλίππου τοῦ καταλυθέντος ὑπὸ Ῥωμαίων κόλακα γενέσθαι Ἡρακλείδην τὸν Ταραντῖνον τὸν καὶ τὴν βασιλείαν αὐτοῦ πᾶσαν ἀνατρέψαντα· ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ Ἀγαθοκλέους τοῦ Οἰνάνθης υἱοῦ, ἑταίρου δὲ τοῦ Φιλοπάτορος βασιλέως Φίλωνα. Ἱερωνύμου δὲ τοῦ Συρακοσίων τυράννου Θράσωνα τὸν Κάρχαρον ἐπικαλούμενον Βάτων Σινωπεὺς ἱστορεῖ ἐν τῷ περὶ τῆς τοῦ Ἱερωνύμου τυραννίδος, προσφέρεσθαι φάσκων αὐτὸν ἑκάστοτε πολὺν ἄκρατον. τοῦτον δʼ ἐποίησεν ἀναιρεθῆναι ὑπὸ τοῦ Ἱερωνύμου ἕτερος κόλαξ Σῶσις ὄνομα· καὶ αὐτὸν δὲ τὸν Ἱερώνυμον ἀνέπεισεν διάδημά τε ἀναλαβεῖν καὶ τὴν πορφύραν καὶ τὴν ἄλλην πᾶσαν διασκευὴν ἣν ἐφόρει Διονύσιος τύραννος. Ἀγαθαρχίδης δʼ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν Αἱρήσιππος, φησίν, Σπαρτιάτης, ἄνθρωπος οὐ μετρίως φαῦλος οὐδὲ δοκῶν χρηστὸς εἶναι, πιθανὸν δʼ ἔχων ἐν κολακείᾳ λόγον καὶ θεραπεῦσαι τοὺς εὐπόρους μέχρι τῆς τύχης δεινός. τοιοῦτος ἦν καὶ Ἡρακλείδης Μαρωνείτης Σεύθου τοῦ Θρᾳκῶν βασιλέως κόλαξ, οὗ μνημονεύει Ξενοφῶν ἐν ζʹ Ἀναβάσεως.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License