Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
12

πρὸς δὲ τοὺς περιέργως ὀψωνοῦντας τάδε φησὶν Ἄλεξις ἐν Ἐπικλήρῳ· ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ ἀπορούμενός τε τἄλλα πρὸς τοῦτʼ εὐπορεῖ, τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποεῖ γυμνοὺς ἅπαντας. εἶτʼ ἐπάν τις ἐκδυθῇ, τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν· ὃν ἂν δʼ ἴδῃ πρῶτον πένητα καὶ νέον παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον, ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον. Δίφιλος δʼ ἐν Ἐμπόρῳ καὶ νόμον εἶναί φησι παρὰ Κορινθίοις τινὰ τοιοῦτον· νόμιμον τοῦτʼ ἐστί, βέλτιστʼ, ἐνθάδε Κορινθίοισιν, ἄν τινʼ ὀψωνοῦντʼ ἀεὶ λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ, ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα, ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον· ἐὰν δʼ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ, ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι. ὃς ἂν δὲ μὴ πίθητʼ, ἐπέβαλον ζημίαν. ἐὰν δὲ μηδʼ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς, τῷ δημίῳ παρέδωκαν αὐτόν. Β. Ἡράκλεις. Α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος τοῦτον, συνιεῖς, ἀλλʼ ἀναγκαίως ἔχει λωποδυτεῖν τὰς νύκτας τοιχωρυχεῖν τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν συκοφαντεῖν κατʼ ἀγορὰν μαρτυρεῖν ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος. Β. ὀρθῶς γε νὴ Δίʼ. ἀλλὰ δὴ τί τοῦτʼ ἐμοί; Α. ὁρῶμεν ὀψωνοῦνθʼ ἑκάστης ἡμέρας οὐχὶ μετρίως, βέλτιστέ, σʼ, ἀλλʼ ὑπερηφάνως. οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν, συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν, περὶ τῶν σελίνων μαχόμεθʼ, ὥσπερ Ἰσθμίοις. λαγώς τις εἰσελήλυθʼ· εὐθὺς ἥρπακας. πέρδικα δʼ κίχλην γε νὴ Δίʼ οὐκέτι ἔστιν διʼ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν, τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ. τὸ δὲ ἔθος τοῦτο καὶ Ἀθήνησιν εἶναι ἀξιοῖ Σώφιλος ἐν Ἀνδροκλεῖ ὀψονόμους ἀξιῶν αἱρεῖσθαι ὑπὸ τῆς βουλῆς δύʼ καὶ τρεῖς. Λυγκεὺς δʼ Σάμιος καὶ τέχνην ὀψωνητικὴν συνέργαψε πρός τινα δυσώνην, διδάσκων αὐτὸν τίνα δεῖ λέγοντα πρὸς τοὺς ἀνδροφόνους ἰχθυοπώλας λυσιτελῶς, ἔτι δὲ ἀλύπως ὠνεῖσθαι βούλεται.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License