Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
55

τοιοῦτοί εἰσιν οἱ ἀπὸ φιλοσοφίας στρατηγοί. περὶ ὧν Δημοχάρης ἔλεγεν· ὥσπερ ἐκ θύμβρας οὐδεὶς ἂν δύναιτο κατασκευάσαι λόγχην, οὐδʼ ἐκ Σωκράτους στρατιώτην ἄμεμπτον. γὰρ Πλάτων φησὶν τρεῖς στρατείας στρατεύσασθαι Σωκράτη, τὴν μὲν εἰς Ποτίδαιαν, τὴν δὲ εἰς Ἀμφίπολιν, τὴν δὲ εἰς Βοιωτοὺς ὅτε καὶ συνέβη τὴν ἐπὶ Δηλίῳ μάχην γενέσθαι. μηδενὸς δὲ τοῦθʼ ἱστορηκότος αὐτὸς καὶ ἀριστείων φησὶν αὐτὸν τετυχηκέναι πάντων τῶν Ἀθηναίων φυγόντων, πολλῶν δὲ καὶ ἀπολομένων. πάντα δὲ ταῦτα ἐψευδολόγηται. μὲν γὰρ ἐπὶ Ἀμφίπολιν στρατεία γέγονεν ἐπὶ Ἀλκαίου ἄρχοντος Κλέωνος ἡγουμένου ἐξ ἐπιλέκτων ἀνδρῶν, ὥς φησι Θουκυδίδης τούτων οὖν τῶν ἐπιλέκτων ἀνάγκη εἶναι καὶ Σωκράτην, πλὴν τρίβωνος καὶ βακτηρίας οὐδὲν ἦν. τίς οὖν εἶπεν ἱστοριογράφος ποιητής; ποῦ Θουκυδίδης τὸν Σωκράτη παρενέχρωσε τὸν Πλάτωνος στρατιώτην; τί γὰρ ἀσπίδι ξύνθημα καὶ βακτηρίᾳ; πότε δὲ καὶ εἰς Ποτίδαιαν ἐστρατεύσατο, ὡς ἐν τῷ Χαρμίδῃ εἴρηκεν Πλάτων φάσκων αὐτὸν καὶ τῶν ἀριστείων τότε Ἀλκιβιάδῃ παραχωρῆσαι ; τοῦτο οὔτε Θουκυδίδου ἀλλʼ οὐδʼ Ἰσοκράτους εἰρηκότος ἐν τῷ περὶ τοῦ ζεύγους. ποίας δὲ καὶ μάχης γενομένης ἔλαβε τὰ ἀριστεῖα Σωκράτης καὶ τί πράξας ἐπιφανὲς καὶ διάσημον; καθόλου μάχης μηδεμιᾶς συμπεσούσης, ὡς ἱστόρηκε Θουκυδίδης. οὐκ ἀρκεσθεὶς δὲ ταύτῃ τῇ τερατολογίᾳ Πλάτων ἐπάγει καὶ τὴν ἐπὶ Δηλίῳ γενομένην, μᾶλλον δὲ πεπλασμένην ἀνδραγαθίαν. εἰ γὰρ καὶ τὸ Δήλιον ᾑρήκει Σωκράτης, ὡς ἱστορεῖ Ἡρόδικος Κρατήτειος ἐν τοῖς πρὸς τὸν Φιλοσωκράτην, ἅμα τοῖς πολλοῖς ἀσχημόνως ἂν ἔφυγε, Παγώνδου δύο τέλη περιπέμψαντος τῶν ἱππέων ἐκ τοῦ ἀφανοῦς περὶ τὸν λόφον. τότε γὰρ οἳ μὲν πρὸς τὸ Δήλιον τῶν Ἀθηναίων ἔφυγον, οἳ δʼ ἐπὶ θάλατταν, ἄλλοι δὲ ἐπὶ Ὠρωπόν, οἳ δὲ πρὸς Πάρνηθα τὸ ὄρος· Βοιωτοὶ δʼ ἐφεπόμενοι ἔκτεινον καὶ μάλιστα οἱ ἱππεῖς οἵ τε αὐτῶν καὶ οἱ Λοκρῶν. τοιούτου οὖν κυδοιμοῦ καὶ φόβου καταλαβόντος τοὺς Ἀθηναίους, μόνος Σωκράτης βρενθυόμενος καὶ τὠφθαλμὼ παραβάλλων εἱστήκει ἀναστέλλων τὸ Βοιωτῶν καὶ Λοκρῶν ἱππικόν; καὶ ταύτης τῆς ἀνδρείας αὐτοῦ οὐ Θουκυδίδης μέμνηται, οὐκ ἄλλος οὐδεὶς ... ποιητής. πῶς δὲ καὶ τῶν ἀριστείων Ἀλκιβιάδῃ παραχωρεῖ τῷ μηδʼ ὅλως κεκοινωνηκότι ταύτης τῆς στρατείας; ἐν δὲ τῷ Κρίτωνι τῇ Μνημοσύνῃ φίλος Πλάτων οὐδὲ ποιήσασθαι πώποτε ἀποδημίαν τὸν Σωκράτη ἔξω τῆς εἰς Ἰσθμὸν θεωρίας εἴρηκε. καὶ Ἀντισθένης δʼ Σωκρατικὸς περὶ τῶν ἀριστείων τὰ αὐτὰ τῷ Πλάτωνι ἱστορεῖ. οὔκ ἐστιν δʼ ἔτυμος λόγος οὗτος χαρίζεται γὰρ καὶ κύων οὗτος πολλὰ τῷ Σωκράτει· ὅθεν οὐδετέρῳ αὐτῶν δεῖ πιστεύειν σκοπὸν ἔχοντας Θουκυδίδην. γὰρ Ἀντισθένης καὶ προσεπάγει τῇ ψευδογραφίᾳ λέγων οὕτως· ἡμεῖς δὲ ἀκούομεν κἀν τῇ πρὸς Βοιωτοὺς μάχῃ τὰ ἀριστεῖά σε λαβεῖν. εὐφήμει, ξένε· Ἀλκιβιάδου τὸ γέρας, οὐκ ἐμόν. σοῦ γε δόντος, ὡς ἡμεῖς ἀκούομεν. δὲ Πλάτωνος Σωκράτης εἰς Ποτίδαιαν λέγει παρεῖναι καὶ τῶν ἀριστείων Ἀλκιβιάδῃ παρακεχωρηκέναι. προτερεῖ δὲ κατὰ πάντας τοὺς ἱστορικοὺς τῆς ἐπὶ Δήλιον στρατείας περὶ Ποτίδαιαν, ἧς Φορμίων ἐστρατήγει.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License