Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
49

ἤδη οὖν τῆς Ἀσίας μεταβεβλημένης Ἀθηνίων ἐπανῆγεν εἰς τὰς Ἀθήνας καὶ ὑπὸ χειμῶνος ἐνοχληθεὶς εἰς τὴν Καρυστίαν κατηνέχθη. τοῦτο μαθόντες οἱ Κεκροπίδαι ἔπεμψαν ἐπὶ τὴν ἀνακομιδὴν αὐτοῦ ναῦς μακρὰς καὶ φορεῖον ἀργυρόπουν. ἀλλʼ εἰσῄειν ἤδη, καὶ σχεδὸν τὸ πλεῖστον μέρος τῆς πόλεως ἐπὶ τὴν ἐκδοχὴν αὐτοῦ ἐξεκέχυτο· συνέτρεχον δὲ πολλοὶ καὶ ἄλλοι θεαταὶ τὸ παράδοξον τῆς τύχης θαυμάζοντες, εἰ παρέγγραφος Ἀθηνίων εἰς Ἀθήνας ἐπʼ ἀργυρόποδος κατακομίζεται φορείου καὶ πορφυρῶν στρωμάτων, μηδέποτε ἐπὶ τοῦ τρίβωνος ἑωρακὼς πορφύραν πρότερον, οὐδενὸς οὐδὲ Ῥωμαίων ἐν τοιαύτῃ φαντασίᾳ καταχλιδῶντος τῆς Ἀττικῆς. συνέτρεχον οὖν πρὸς τὴν θέαν ταύτην ἄνδρες γυναῖκες, γέροντες παῖδες, τὰ κάλλιστα προσδοκῶντες παρὰ Μιθριδάτου, ὁπότε Ἀθηνίων πένης καὶ τὰς ἐρανικὰς ποιησάμενος ἀκροάσεις διὰ τὸν βασιλέα σιληπορδῶν διὰ τῆς χώρας καὶ πόλεως πομπεύει. ὑπήντησαν δʼ αὐτῷ καὶ οἱ περὶ τὸν Διόνυσον τεχνῖται, τὸν ἄγγελον τοῦ νέου Διονύσου καλοῦντες ἐπὶ τὴν κοινὴν ἑστίαν καὶ τὰς περὶ ταύτην εὐχάς τε καὶ σπονδάς. δὲ πρότερον ἐκ μισθωτῆς οἰκίας ἐξιὼν εἰς τὴν διευς οἰκίαν τοῦ τότε πλουτοῦντος ἀνθρώπου ταῖς ἐκ Δήλου προσόδοις εἰσηνέχθη, κεκοσμημένην στρωμναῖς τε καὶ γραφαῖς καὶ ἀνδριᾶσι καὶ ἀργυρωμάτων ἐκθέσει. ἀφʼ ἧς ἐξῄει χλαμύδα λαμπρὰν ἐπισύρων καὶ περικείμενος δακτύλιον χρυσίου ἐγγεγλυμμένην ἔχοντα τὴν Μιθριδάτου εἰκόνα· προεπόμπευον δʼ αὐτοῦ καὶ ἐφείποντο θεράποντες πολλοί. ἐν δὲ τῷ τεμένει τῶν τεχνιτῶν θυσίαι τε ἐπετελοῦντο ἐπὶ τῇ Ἀθηνίωνος παρουσίᾳ καὶ μετὰ κήρυκος προαναφωνήσεως σπονδαί. καὶ τῇ ὑστεραίᾳ πολλοὶ μὲν ἐπὶ τὴν οἰκίαν ἐλθόντες ἀνέμενον αὐτοῦ τὴν πρόοδον· πλήρης δʼ ἦν καὶ Κεραμεικὸς ἀστῶν καὶ ξένων καὶ αὐτόκλητος εἰς τὴν ἐκκλησίαν τῶν ὄχλων συνδρομή. δὲ μόλις προῆλθε δορυφορούμενος ὑπὸ τῶν εὐδοκιμεῖν παρὰ τῷ δήμῳ θελόντων, ἑκάστου σπεύδοντος κἂν προσάψασθαι τῆς ἐσθῆτος.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License