Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
2

δοκεῖ γὰρ ἔχειν πρὸς φιλίαν τι οἶνος ἑλκυστικόν, παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων. διόπερ οὐδὲ πρότερον ἠρώτων οἵτινες εἶεν ἀλλʼ ὕστερον, ὡς τὴν ξενίαν αὐτὴν τιμῶντες, ἀλλʼ οὐ τοὺς ἐν μέρει καὶ καθʼ ἕκαστον ἡμῶν. τῶν δὲ νῦν δείπνων προνοοῦντες οἱ νομοθέται τά τε φυλετικὰ δεῖπνα καὶ τὰ δημοτικὰ προσέταξαν, ἔτι δὲ τοὺς θιάσους καὶ τὰ φρατρικὰ καὶ πάλιν τὰ ὀργεωνικὰ λεγόμενα. πολλῶν γοῦν εἰσι φιλοσόφων ἐν ἄστει σύνοδοι τῶν μὲν Διογενιστῶν, τῶν δὲ Ἀντιπατριστῶν λεγομένων, τῶν δὲ Παναιτιαστῶν. κατέλιπε δὲ καὶ Θεόφραστος εἰς τὴν τοιαύτην σύνοδον χρήματα, μὰ Δίʼ οὐχ ἵνα ἀκολασταίνωσι συνιόντες, ἀλλʼ ἵνα τὰ κατὰ τὸν τοῦ συμποσίου νόμον σωφρόνως καὶ πεπαιδευμένως διεξάγωσι. συνεδείπνουν δʼ ὁσημέραι οἱ περὶ πρύτανιν σώφρονα καὶ σωτήρια τῶν πόλεων σύνδειπνα. πρὸς γοῦν τοιοῦτο συμπόσιόν φησιν Δημοσθένης ἀνενηνέχθαι τὴν Ἐλατείας κατάληψιν· ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δὲ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται. καὶ τοῖς φιλοσόφοις δὲ ἐπιμελὲς ἦν συνάγουσι τοὺς νέους μετʼ αὐτῶν πρός τινα τεταγμένον νόμον εὐωχεῖσθαι. τοῦ γοῦν Ξενοκράτους ἐν Ἀκαδημείᾳ καὶ πάλιν Ἀριστοτέλους συμποτικοί τινες ἦσαν νόμοι. τὰ δʼ ἐν Σπάρτῃ φιδίτια καὶ τὰ παρὰ τοῖς Κρησὶν ἀνδρεῖα μετὰ πάσης ἐπιμελείας αἱ πόλεις συνῆγον. διὸ καί τις οὐ κακῶς ἔφη· οὐ χρὴ συμποσίοιο φίλους ἀπέχεσθαι ἑταίρους δηρόν· ἀνάμνησις δὲ πέλει χαριεστάτη αὕτη. Ἀντίπατρος δʼ φιλόσοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσιν. Ἀρκεσίλαον δέ φησιν εἰς συμπόσιον παρακληθέντα καὶ συγκατακλιθέντα ἑνὶ τῶν βορῶς ἐσθιόντων, αὐτὸν δὲ μηδενὸς ἀπολαῦσαι δυνάμενον, ἐπεί τις αὐτῷ τῶν παρόντων ἐξέτεινεν, φάναι· εὖ σοι γένοιτο, Τηλέφῳ δʼ ἁγὼ νοῶ· ἔτυχε δʼ κατοψοφαγῶν Τήλεφος καλούμενος. δὲ Ζήνων ἐπεί τις τῶν παρόντων ὀψοφάγων ἀπέσυρεν ἅμα τῷ παρατεθῆναι τὸ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρεν ἐπιλέγων· Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο. Σωκράτης δʼ ἰδών τινα ἀμέτρως τῇ ἐποψήσει χρώμενον παρόντες, ἔφη, τίς ὑμῶν τῷ μὲν ἄρτῳ ὡς ὄψῳ χρῆται, τῷ δʼ ὄψῳ ὡς ἄρτῳ.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License