Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
27

ἡμεῖς δὲ ἐπειδὴ τὰ κατὰ τὴν σκηνὴν διεληλύθαμεν, ποιησόμεθα καὶ τὴν τῆς πομπῆς ἐξήγησιν. ἤγετο γὰρ διὰ τοῦ κατὰ τὴν πόλιν σταδίου. πρώτη δʼ ἐβάδιζεν Ἑωσφόρου· καὶ γὰρ ἀρχὴν εἶχεν πομπὴ καθʼ ὃν προειρημένος ἀστὴρ φαίνεται χρόνον. ἔπειθʼ τοῖς τῶν βασιλέων γονεῦσι κατωνομασμένη. μετὰ δὲ ταύτας αἱ τῶν θεῶν ἁπάντων, οἰκείαν ἔχουσαι τῆς περὶ ἕκαστον αὐτῶν ἱστορίας διασκευήν. τὴν δὲ τελευταίαν Ἑσπέρου συνέβαινεν εἶναι, τῆς ὥρας εἰς τοῦτον συναγούσης τὸν καιρόν. τὰ δὲ κατὰ μέρος αὐτῶν εἴ τις εἰδέναι βούλεται, τὰς τῶν πεντετηρίδων γραφὰς λαμβάνων ἐπισκοπείτω. τῆς δὲ Διονυσιακῆς πομπῆς πρῶτοι μὲν προῄεσαν οἱ τὸν ὄχλον ἀνείργοντες Σιληνοί, πορφυρᾶς χλαμύδας, οἳ δὲ φοινικίδας ἠμφιεσμένοι. τούτοις δʼ ἐπηκολούθουν Σάτυροι καθʼ ἕκαστον τοῦ σταδίου μέρος εἴκοσι, λαμπάδας φέροντες κισσίνας διαχρύσους. μεθʼ οὓς Νῖκαι χρυσᾶς ἔχουσαι πτέρυγας. ἔφερον δʼ αὗται θυμιατήρια ἑξαπήχη κισσίνοις διαχρύσοις κλωσὶ διακεκοσμημένα, ζῳωτοὺς ἐνδεδυκυῖαι χιτῶνας, αὐταὶ δὲ πολὺν κόσμον χρυσοῦν περικείμεναι. μετὰ δὲ ταύτας εἵπετο βωμὸς ἑξάπηχυς διπλοῦς κισσίνῃ φυλλάδι διαχρύσῳ πεπυκασμένος, ἔχων ἀμπέλινον χρυσοῦν στέφανον μεσολεύκοις μίτραις διειλημμένον. ἐπηκολούθουν δʼ αὐτῷ παῖδες ἐν χιτῶσι πορφυροῖς, λιβανωτὸν καὶ σμύρναν, ἔτι δὲ κρόκον ἐπὶ χρυσῶν μαζονόμων φέροντες ἑκατὸν εἴκοσι. μεθʼ οὓς Σάτυροι τεσσαράκοντα ἐστεφανωμένοι κισσίνοις χρυσοῖς στεφάνοις· τὰ δὲ σώματα οἳ μὲν ἐκέχριντο ὀστρείῳ, τινὲς δὲ μίλτῳ καὶ χρώμασιν ἑτέροις. ἔφερον δὲ καὶ οὗτοι στέφανον χρυσοῦν ἐξ ἀμπέλου καὶ κισσοῦ εἰργασμένον. μεθʼ οὓς Σιληνοὶ δύο ἐν πορφυραῖς χλαμύσι καὶ κρηπῖσι λευκαῖς. εἶχε δʼ αὐτῶν μὲν πέτασον καὶ κηρύκειον χρυσοῦν, δὲ σάλπιγγα. μέσος δὲ τούτων ἐβάδιζεν ἀνὴρ μείζων τετράπηχυς ἐν τραγικῇ διαθέσει καὶ προσώπῳ, φέρων χρυσοῦν Ἀμαλθείας κέρας· ὃς προσηγορεύετο Ἐνιαυτός. γυνὴ περικαλλεστάτη κατὰ τὸ μέγεθος εἵπετο πολλῷ χρυσῷ καὶ διαπρεπεῖ .... κεκοσμημένη, φέρουσα τῇ μὲν μιᾷ τῶν χειρῶν στέφανον περσαίας, τῇ δʼ ἑτέρᾳ ῥάβδον φοίνικος· ἐκαλεῖτο δὲ αὕτη Πεντετηρίς. ταύτῃ δʼ ἐπηκολούθουν Ὧραι αἱ τέσσαρες διεσκευασμέναι καὶ ἑκάστη φέρουσα τοὺς ἰδίους καρπούς. ἐχόμενα τούτων θυμιατήρια δύο κίσσινα ἐκ χρυσοῦ ἑξαπήχη καὶ βωμὸς ἀνὰ μέσον τούτων τετράγωνος χρυσοῦ. καὶ πάλιν Σάτυροι στεφάνους ἔχοντες κισσίνους χρυσοῦς, φοινικίδας περιβεβλημένοι· ἔφερον δʼ οἳ μὲν οἰνοχόην χρυσῆν, οἳ δὲ καρχήσιον. μεθʼ οὓς ἐπορεύετο Φιλίσκος ποιητὴς ἱερεὺς ὢν Διονύσου καὶ πάντες οἱ περὶ τὸν Διόνυσον τεχνῖται. τούτων δʼ ἐφεξῆς ἐφέροντο Δελφικοὶ τρίποδες, ἆθλα τοῖς τῶν ἀθλητῶν χορηγοῖς, μὲν παιδικὸς ἐννέα πηχῶν τὸ ὕψος, δὲ πηχῶν δώδεκα τῶν ἀνδρῶν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License