Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
15

ἔτι τοίνυν οὐδʼ αὐλὴ ἁρμόττει ἐπὶ τοῦ οἴκου. γὰρ διαπνεόμενος τόπος αὐλὴ λέγεται, καὶ διαυλωνίζειν φαμὲν τὸ δεχόμενον ἐξ ἑκατέρου πνεῦμα χωρίον. ἔτι δὲ αὐλὸς μὲν τὸ ὄργανον, ὅτι διέρχεται τὸ πνεῦμα, καὶ πᾶν τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα αὐλὸν καλοῦμεν ὥσπερ τὸ στάδιον καὶ τὸν κρουνὸν τοῦ αἵματος· αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθε, καὶ τὴν περικεφαλαίαν ὅταν ἐκ τοῦ μέσου πρὸς ὀρθὸν ἀνατείνῃ αὐλῶπιν. λέγονται δὲ Ἀθήνησι καὶ ἱεροί τινες αὐλῶνες, ὧν μέμνηται Φιλόχορος ἐν τῇ ἐνάτῃ καλοῦσι δʼ ἀρσενικῶς τοὺς αὐλῶνας, ὥσπερ Θουκυδίδης ἐν τῇ δʹ καὶ πάντες οἱ καταλογάδην συγγραφεῖς, οἱ δὲ ποιηταὶ θηλυκῶς. Καρκίνος μὲν Ἀχιλλεῖ· βαθεῖαν εἰς αὐλῶνα περίδρομον στρατοῦ. καὶ Σοφοκλῆς Σκύθαις· κρημνούς τε καὶ σήραγγας ἠδʼ ἐπακτίας αὐλῶνας. ἐκδεκτέον οὖν καὶ τὸ παρὰ Ἐρατοσθένει ἐν τῷ Ἑρμῇ θηλυκῶς εἰρῆσθαι βαθὺς διαφύεται αὐλών ἀντὶ τοῦ βαθεῖα, καθάπερ λέγεται θῆλυς ἐέρση πᾶν οὖν τὸ τοιοῦτον αὐλή τε καὶ αὐλὼν λέγεται. νῦν δὲ τὰ βασίλεια λέγουσιν αὐλάς, ὥσπερ Μένανδρος· αὐλὰς θεραπεύειν καὶ σατράπας. καὶ Δίφιλος· αὐλὰς θεραπεύειν δʼ ἐστίν, ὡς ἐμοὶ δοκεῖ, φυγάδος πεινῶντος μαστιγίου, ἤτοι διὰ τὸ μεγάλους ἔχειν τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους τῷ παραυλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς δορυφόρους τοῖς βασιλείοις. Ὅμηρος δὲ τὴν αὐλὴν ἀεὶ τάττει ἐπὶ τῶν ὑπαίθρων τόπων, ἔνθα ἦν τοῦ ἑρκείου Ζηνὸς βωμός. μέντοι γε Πηλεὺς καταλαμβάνεται αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον, σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοισʼ ἱεροῖσι· δὲ Πρίαμος αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. καὶ Ὀδυσσεὺς προστάττει τοῖς περὶ τὸν Φήμιον· ἀλλʼ ἐξελθόντες μεγάρων εὖ ναιεταόντων ἐκ φόνου εἰς αὐλήν. ὅτι δὲ ὁμοῦ τόν τε οἶκον καὶ τὰ κτήματα ἐπῄνεσεν Τηλέμαχος ἐμφανίζει Μενέλαος· τέκνα φίλʼ, ἦτοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι· ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License