Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
13

ἀλλὰ μὴν καὶ τὸ Ξενοφῶντος Συμπόσιον καίπερ ἐπαινούμενον οὐκ ἐλάττους ἔχει τούτων ἐπιλήψεις. Καλλίας μὲν γὰρ συνάγει τὸ συμπόσιον, ἐπειδήπερ τὰ παιδικὰ αὐτοῦ Αὐτόλυκος Παναθήναια παγκράτιον ἐστεφανώθη. καὶ εὐθὺς οἱ κατακλιθέντες τῷ παιδὶ προσέχουσι τὸν νοῦν καὶ ταῦτα τοῦ πατρὸς παρακαθημένου. ὥσπερ γὰρ ὅταν φέγγος ἐν νυκτὶ παρῇ πάντων προσάγεται τὰ ὄμματα, οὕτω καὶ τὸ Αὐτολύκου κάλλος πάντων ἐφέλκεται τὰς ὄψεις ἐφʼ ἑαυτό. ἔπειτα τῶν παρόντων οὐδεὶς ἦν ὃς οὐκ ἔπασχέ τι τὴν ψυχὴν ὑπʼ ἐκείνου· οἳ μέν γε σιωπηλότεροι ἐγίγνοντο, οἳ δὲ καὶ ἐσχηματίζοντό πως. ἀλλʼ οὐχ Ὅμηρος τοιοῦτόν τι εἰπεῖν ἐπεχείρησε καίπερ τῆς Ἑλένης παρούσης, περὶ ἧς τοῦ κάλλους τις τῶν ἐναντίων αὐτῇ τοιαῦτʼ εἶπεν ὑπὸ τῆς ἀληθείας ἐκνικώμενος· οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεῇσʼ εἰς ὦπα ἔοικεν. εἶτά φησιν· ἀλλὰ καὶ ὣς τοίηπερ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω. τὰ δὲ μειράκια τὰ ὡς τὸν Μενέλαον παραγενόμενα, Νέστορος υἱὸς καὶ Τηλέμαχος, ἐν οἴνῳ ὄντες καὶ ἐν γαμικῷ συμποσίῳ διατρίβοντες καὶ τῆς Ἑλένης παρακαθημένης, ὡς πρέπον ἐστίν, ἡσυχίαν ἄγοντες πρὸς τὸ περιβόητον ἐκκεκωφωμένοι κάλλος. δὲ Σωκράτης τίνος χάριν τῶν αὐλητρίδων ἀνεχόμενος καὶ τοῦ ὀρχουμένου παιδὸς καὶ κιθαρίζοντος, ἔτι δὲ καὶ τῆς κυβιστώσης γυναικὸς ἀπρεπῶς τὸ μύρον ἀπείπατο ; οὐδεὶς γὰρ ἂν αὐτοῦ ἀγελαστὶ ἠνέσχετο κατὰ νοῦν ἔχων ταῦτα τὰ ἔπη· τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγεις, ὧν κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν. καὶ μὴν ἀσύμφωνα καὶ τὰ μετὰ ταῦτα τῇ αὐστηρότητι. γὰρ δὴ Κριτόβουλος, μειράκιον ἀστεῖον, γέροντα ὄντα καὶ διδάσκαλον αὑτοῦ τὸν Σωκράτη σκώπτει πολὺ τῶν Σιληνῶν αἰσχίονα λέγων εἶναι. δὲ αὐτῷ διαμορφοσκοπεῖται καὶ κριτὰς ἑλόμενος τόν τε παῖδα καὶ τὴν ὀρχηστρίδα προτίθησι νικητήρια φιλήματα τῶν κριτῶν. τίς οὖν τῶν νέων ἐντυχὼν τούτοις οὐκ ἐπιτριβήσεται μᾶλλον ἤπερ εἰς ἀρετὴν ἂν προαχθείη.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License