Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
80

οἶδα δὲ καὶ ἄλλα γένη αὐλῶν τραγικῶν τε καὶ λυσιῳδικῶν καὶ κιθαριστηρίων, ὧν μνημονεύουσιν Ἔφορός τʼ ἐν τοῖς εὑρήμασι καὶ Εὐφράνωρ Πυθαγορικὸς ἐν τῷ περὶ αὐλῶν, ἔτι δὲ καὶ Ἄλεξις ὧν καὶ αὐτὸς ἐν τῷ περὶ αὐλῶν. δὲ καλάμινος αὐλὸς τιτύρινος καλεῖται παρὰ τοῖς ἐν Ἰταλίᾳ Δωριεῦσιν, ὡς Ἀρτεμίδωρος ἱστορεῖ Ἀριστοφάνειος ἐν βʹ περὶ Δωρίδος. δὲ μάγαδις καλούμενος αὐλὸς καὶ παλαιομάγαδις ὀνομαζόμενος ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, ὡς Ἀναξανδρίδης ἐν Ὁπλομάχῳ φησί· μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα. οἱ δὲ καλούμενοι λώτινοι αὐλοὶ οὗτοί εἰσιν οἱ ὑπὸ Ἀλεξανδρέων καλούμενοι φώτιγγες. κατασκευάζονται δʼ ἐκ τοῦ καλουμένου λωτοῦ· ξύλον δʼ ἐστὶ τοῦτο γινόμενον ἐν Λιβύῃ. Θηβαίων δʼ εὕρημά φησιν εἶναι Ἰόβας τὸν ἐκ νεβροῦ κώλων κατασκευαζόμενον αὐλόν. δὲ Τρύφων φησὶ καὶ τοὺς καλουμένους ἐλεφαντίνους αὐλοὺς παρὰ Φοίνιξιν ἀνατρηθῆναι. οἶδα δὲ ὅτι καὶ μάγαδις ὄργανόν ἐστιν ἐντατὸν καθάπερ καὶ κιθάρα, λύρα, βάρβιτον. Εὐφορίων δὲ ἐποποιὸς ἐν τῷ περὶ Ἰσθμίων οἱ νῦν, φησίν, καλούμενοι ναβλισταὶ καὶ πανδουρισταὶ καὶ σαμβυκισταὶ καινῷ μὲν οὐδενὶ χρῶνται ὀργάνῳ. τὸν γὰρ βάρωμον καὶ βάρβιτον, ὧν Σαπφὼ καὶ Ἀνακρέων μνημονεύουσι, καὶ τὴν μάγαδιν καὶ τὰ τρίγωνα καὶ τὰς σαμβύκας ἀρχαῖα εἶναι. ἐν γοῦν Μιτυλήνῃ μίαν τῶν Μουσῶν πεποιῆσθαι ὑπὸ Λεσβοθέμιδος ἔχουσαν σαμβύκην. Ἀριστόξενος δʼ ἔκφυλα ὄργανα καλεῖ φοίνικας καὶ πηκτίδας καὶ μαγάδιδας σαμβύκας τε καὶ τρίγωνα καὶ κλεψιάμβους καὶ σκινδαψοὺς καὶ τὸ ἐννεάχορδον καλούμενον. Πλάτων δʼ ἐν τρίτῳ Πολιτείας φησίν· οὐκ ἄρα, ἦν δʼ ἐγώ, πολυχορδίας γε οὐδὲ παναρμονίου ἡμῖν δεήσει ἐν ταῖς ᾠδαῖς τε καὶ μέλεσιν. οὔ μοι, ἔφη, φαίνεται. τριγώνων ἄρα καὶ πηκτίδων καὶ πάντων ὀργάνων ὅσα πολύχορδα καὶ παναρμόνια ...

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License