Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
2

ἐν Μακεδονίᾳ, ὡς ἔφην, τοῦ Καράνου γάμους ἑστιῶντος οἱ μὲν συγκεκλημένοι ἄνδρες ἦσαν εἴκοσιν· οἷς καὶ κατακλιθεῖσιν εὐθέως ἐδόθησαν φιάλαι ἀργυραῖ ἑκάστῳ μία δωρεά. προεστεφανώκει δὲ καὶ ἕκαστον πρὶν εἰσελθεῖν στλεγγίδι χρυσῇ· πέντε χρυσῶν ἑκάστῃ δʼ ἦν τὸ τίμημα. ἐπεὶ δʼ ἐξέπιον τὰς φιάλας, ἐν χαλκῷ πίνακι τῶν Κορινθίων κατασκευασμάτων ἄρτος ἑκάστῳ ἰσόπλατυς ἐδόθη, ὄρνεις τε καὶ νῆσσαι, προσέτι δὲ καὶ φάτται καὶ χὴν καὶ τοιαύτη τις ἄλλη ἀφθονία σεσωρευμένη, καὶ ἕκαστος λαβὼν σὺν αὐτῷ πίνακι τοῖς κατόπιν διεδίδου παισίν. ἄλλα δʼ ἐσθίειν περιεφέρετο πολλὰ καὶ ποικίλα, καὶ μετὰ ταῦτα ἀργυροῦς πίναξ ἕτερος, ἐφʼ πάλιν ἄρτος μέγας καὶ χῆνες καὶ λαγωοὶ καὶ ἔριφοι καὶ ἕτεροι ἄρτοι πεπονημένοι καὶ περιστεραὶ καὶ τρυγόνες πέρδικές τε καὶ ὅσον ἄλλο πτηνῶν πλῆθος ἦν. ἐπεδώκαμεν οὖν, φησί, καὶ ταῦτα τοῖς δούλοις καὶ ὡς ἄδην εἴχομεν βρώσεως ἐχερνιψάμεθα. καὶ στέφανοι εἰσηνέχθησαν πολλοὶ παντοδαπῶν ἀνθέων ἐπὶ πᾶσί τε χρυσαῖ στλεγγίδες, ὁλκὴν ἴσαι τῷ πρώτῳ στεφάνῳ. ἐπὶ δὲ τούτοις εἰπὼν Ἱππόλοχος ὡς Πρωτέας ἀπόγονος ἐκείνου Πρωτέου Λανίκης υἱοῦ, ἥτις ἐγεγόνει τροφὸς Ἀλεξάνδρου τοῦ βασιλέως, ἔπινε πλεῖστον (ἦν γὰρ πολυπότης ὡς καὶ πάππος αὐτοῦ Πρωτέας συγγενόμενος Ἀλεξάνδρῳ) καὶ ὅτι πᾶσι προὔπιεν, ἑξῆς γράφει καὶ ταῦτα·

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License