Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
28

Φιλόξενος δʼ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ εἴπερ τούτου καὶ κωμῳδιοποιὸς Πλάτων ἐν τῷ Φάωνι ἐμνήσθη καὶ μὴ τοῦ Λευκαδίου Φιλοξένου τοιαύτην ἐκτίθεται παρασκευὴν δείπνου· εἰς δʼ ἔφερον διπλόοι παῖδες λιπαρῶπα τράπεζαν ἄμμʼ, ἑτέραν δʼ ἕτεροις, ἄλλοι δʼ ἑτέραν, μέχρι οὗ πλήρωσαν οἶκον. ταὶ δὲ πρὸς ὑψιλύχνους ἔστιλβον αὐγὰς εὐστέφανοι λεκάναις παροψίσι τʼ ὀξυβάφων πλήρεις, σύν τε χλιδῶσαι παντοδαποῖσι τέχνας εὑρήμασι πρὸς βιοτάν, ψυχᾶς δελεασματίοισι. πάρφερον ἐν κανέοις μάζας χιονόχροας, ἄλλοι δʼ .... ... ἐπι πρῶτα παρῆλθʼ οὐ κάκκαβος, φιλότας, ἀλλʼ ἀλλοπλατεῖς τὸ μέγιστον πάντʼ ἔπαθεν λιπαροντεσ εγχελεατινες ἄριστον γόγγροιτοιωνητεμων πλῆρες θεοτερπές. ἐπʼ αὐτῷ δʼ ἄλλο παρῆλθε τόσον, βατὶς δʼ ἐνέης ἰσόκυκλος. μικρὰ δὲ κακκάβιʼ ἦς ἔχοντα τὸ μὲν γαλεοῦ τι, ναρκίον ἄλλο .... .. παρῆς ἕτερον πίων ἀπὸ τευθιάδα καὶ σηπιοπουλυποδείων .. ἁπαλοπλοκάμων. θερμὸς μετὰ ταῦτα παρῆλθεν ἰσοτράπεζος ὅλος μνηστης συνόδων πυρός .... ἔπειτα βαθμοὺς ἀτμίζων· ἐπὶ τῷ δʼ ἐπίπασται τευθίδες, φίλε, κἀξανθισμέναι καρῖδες αἱ κυφαὶ παρῆλθον. θρυμματίδες δʼ ἐπὶ ταύταις εὐπέταλοι χλοεραί τε δηφαρυγες, πυριων τε στεγναι βύσται μέγαθος κακὰ κακκάβου γλυκυου ὀξιος ὀμφαλὸς θοίνας καλεῖται παρά γʼ ἐμὶν καὶ τίν, σαφʼ οἶδα. εσταδα ναὶ μὰ θεοὺς ὑπερμέγεθες τέμαχος θύννου μόλεν ὀπτὸν ἐκεῖθεν θερμὸν ὅθεν γλυφις τετμημένον εὐθὺς ἐπʼ αὐτὰς τὰς ὑπογαστρίδας. διανεκέως ἐπαμυν εἴπερ ἐμίν τε μέλοι καὶ τίν, μάλα κεν κεχαροίμεθʼ. ἀλλʼ ὅθεν ἐλλίπομεν, θοίνα παρέης· ὅτε παλάξαι δύνατʼ ἐπικρατέως ἔγωγʼ ἔτι, κοὔ κε λέγοι τις πάνθʼ παρῆν ἐτύμως ὔμμιν, παρέπαισε δὲ θερμὸν σπλάγχνον, ἔπειτα δὲ νῆστις δέλφακος οἰκετικᾶς καὶ νῶτος ἐσῆλθε καὶ ὀσφὺς καὶ μινυρίγματα θερμά. καὶ κεφάλαιον ὅλον διάπτυχες ἑφθὸν ἁπερπευθηνος ἀλεκτοτρόφου πνικτᾶς ἐρίφου παρέθηκε, εἶτα δίεφθʼ ἀκροκώλια σχελίδας τε μετʼ αὐτῶν λευκοφορινοχρόους, ῥύγχη, κεφάλαια πόδας τε χναυμάτιόν τε σεσιλφιωμένον. ἑφθά τʼ ἔπειτα κρέʼ ὀπτά τʼ ἐρίφων τε καὶ ἀρνῶν, θʼ ὑπερωμόκρεως χορδὰ γλυκίστα μιξεριφαρνογενής, ἃν δὴ φιλέοντι θεοί, τοῦτʼ, φιλότας, ... ἔσθοις κε· λαγῷά τʼ ἔπειτʼ ἀλεκτρυόνων τε νεοσσοί. περδίκων φάσσεων τε χύδαν ἤδη δὲ παρεβάλλετο θερμὰ πολλὰ ... καὶ μαλακοπτυχέων ἄρτων. ὁμοσύζυγα δὲ ξανθόν τʼ ἐπεισῆλθεν μέλι καὶ γάλα σύμπακτον, τό κε τυρὸν ἅπας τις ἦμεν ἔφασχʼ ἁπαλόν, κἠγὼν ἐφάμαν. ὅτε δʼ ἤδη βρωτύος ἠδὲ ποτᾶτος ἐς κόρον ᾖμεν ἑταῖροι, τῆνα μὲν ἐξαπάειρον δμῶες, ἔπειτα δὲ παῖδες νίπτρʼ ἔδοσαν κατὰ χειρῶν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License