Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
96

ἐπίστανται δʼ οἱ παλαιοὶ καὶ τὸ πάνυ ψυχρὸν ὕδωρ ἐν ταῖς προπόσεσιν, ἀλλʼ οὐκ ἐρῶ, ἐὰν μὴ καὶ σύ με διδάξῃς εἰ ἔπινον θερμὸν ὕδωρ ἐν ταῖς εὐωχίαις οἱ ἀρχαῖοι. εἰ γὰρ οἱ κρατῆρες ἀπὸ τοῦ συμβεβηκότος τῆς ὀνομασίας ἔτυχον οὗτοί τε κερασθέντες παρέκειντο πλήρεις, οὐ ζέον τὸ ποτὸν παρεῖχον, λεβήτων τρόπον ὑποκαιόμενοι. ὅτι γὰρ οἴδασι θερμὸν ὕδωρ Εὔπολις μὲν ἐν Δήμοις παρίστησι· τὸ χαλκίον θέρμαινέ θʼ ἡμῖν καὶ θύη πέττειν τινὰ κέλευʼ, ἵνα σπλάγχνοισι συγγενώμεθα. Ἀντιφάνης δʼ ἐν Ὀμφάλῃ· ἐν χύτρᾳ δέ μοι ὅπως ὕδωρ ἕψοντα μηδένʼ ὄψομαι. οὐ γὰρ κακὸν ἔχω μηδʼ ἔχοιμʼ. ἐὰν δʼ ἄρα στρέφῃ με περὶ τὴν γαστέρʼ τὸν ὀμφαλόν, παρὰ Φερτάτου δακτύλιός ἐστί μοι δραχμῆς. ἐν δʼ Ἀλειπτρίᾳ φέρεται τὸ δρᾶμα καὶ ὡς Ἀλέξιδος —· ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον, κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος ζέοντος ὕδατος· εἰ δὲ μή, μηδέποθʼ ὕδωρ πίοιμι ἐλευθέριον. Πλάτων δʼ ἐν δʹ Πολιτείας· πλέονος ἄν τινος ἐπιθυμία ἐν τῇ ψυχῇ εἴη; οἷον δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ψυχροῦ πολλοῦ ὀλίγου καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος; ἐὰν μέν τις θερμότης τῷ δίψει προσῇ, τὴν τοῦ θερμοῦ ἐπιθυμίαν προσπαρέχοιτʼ ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ ψυχροῦ, ἐὰν δὲ διὰ πλήθους παρουσίαν πολλὴ δίψα ᾖ, τὴν τοῦ πολλοῦ παρέξεται, ἐὰν δὲ ὀλίγη, τὴν τοῦ ὀλίγου; αὐτὸ δὲ τὸ διψῆν οὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία οὗπερ πέφυκεν, αὐτοῦ πώματος, καὶ αὖ τὸ πεινῆν βρώματος; Σῆμος δὲ Δήλιος ἐν βʹ Νησιάδος ἐν Κιμώλῳ τῇ νήσῳ φησὶ ψυχεῖα κατεσκευάσθαι θέρους ὀρυκτά, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες κομίζονται χιόνος οὐδὲν διάφορον. τὸ δὲ χλιαρὸν ὕδωρ Ἀθηναῖοι μετάκερας καλοῦσιν, ὡς Σώφιλος ἐν Ἀνδροκλεῖ. Ἄλεξις δʼ ἐν Λοκροῖς· αἱ δὲ παῖδες παρέχεον μὲν τὸ θερμόν, δʼ ἑτέρα τὸ μετάκερας. καὶ Φιλήμων ἐν Κορινθίᾳ. Ἄμφις δʼ ἐν Βαλανείῳ· ἀνεβόησʼ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License