Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
75

Ἐπίχαρμος δʼ ἐν Ἥβης γάμῳ κἀν Μούσαις τοῦτο δὲ τὸ δρᾶμα διασκευή ἐστι τοῦ προκειμένου ἄρτων ἐκτίθεται γένη ΚΡΙΒΑΝΙΤΗΝ, ὅμωρον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, ἡμιάρτιον. ὧν καὶ Σώφρων ἐν γυναικείοις μίμοις μνημονεύει λέγων οὕτως· δεῖπνον ταῖς θείαις κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον ἑκάστᾳ. οἶδα δʼ, ἄνδρες φίλοι, ὅτι Ἀττικοὶ μὲν διὰ τοῦ ρ στοιχείου λέγουσι καὶ κρίβανον καὶ κριβανίτην, Ἡρόδοτος δʼ ἐν δευτέρᾳ τῶν ἱστοριῶν ἔφη· κλιβάνῳ διαφανεῖ. καὶ Σώφρων δὲ ἔφη· τίς σταιτίτας κλιβανίτας ἡμιάρτια πέσσει; δʼ αὐτὸς μνημονεύει καὶ ΠΛΑΚΙΤΑ τινὸς ἄρτου ἐν γυναικείοις· εἰς νύκτα μʼ ἑστιάσειν ἄρτῳ πλακίτᾳ. καὶ ΤΥΡΩΝΤΟΣ δʼ ἄρτου μνημονεύει Σώφρων ἐν τῇ ἐπιγραφομένῃ Πενθερᾷ οὕτως· συμβουλεύω τʼ ἐμφαγεῖν· ἄρτον γάρ τις τυρῶντα τοῖς παιδίοις ἴαλε. Νίκανδρος δʼ Κολοφώνιος ἐν ταῖς Γλώσσαις τὸν ἄζυμον ἄρτον καλεῖ ΔΑΡΑΤΟΝ. Πλάτων δʼ κωμῳδιοποιὸς ἐν Νυκτὶ μακρᾷ τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς ΚΙΛΙΚΙΟΥΣ ὀνομάζει διὰ τούτων· κἆθʼ ἧκεν ἄρτους πριάμενος μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους. ἐν δὲ τῷ Μενελάῳ ἐπιγραφομένῳ ΑΛΕΛΑΙΟΥΣ τινὰς ἄρτους καλεῖ ΑΥΤΟΠΥΡΟΥ δʼ ἄρτου μέμνηται Ἄλεξις ἐν Κυπρίῳ· τὸν δʼ αὐτόπυρον ἄρτον ἀρτίως φαγών. Φρύνιχος δʼ ἐν Ποαστρίαις αὐτοπυρίτας αὐτοὺς καλῶν φησιν· αὐτοπυρίταισί τʼ ἄρτοις καὶ λιπῶσι στεμφύλοις. ΟΡΙΝΔΟΥ δʼ ἄρτου μέμνηται Σοφοκλῆς ἐν Τριπτολέμῳ ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γιγνομένου σπέρματος, ἐστιν ὅμοιον σησάμῳ. ΚΟΛΛΑΒΟΥ δʼ ἄρτου Ἀριστοφάνης ἐν Ταγηνισταῖς· λαμβάνετε κόλλαβον ἕκαστος. καὶ πάλιν· δέλφακος ὀπωρινῆς ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων χλιερῶν. γίνονται δʼ οἱ ἄρτοι οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος ἐν Αὔγῃ παρίστησιν· αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων γαλακτοχρῶτας κολλάβους θερμούς. ΜΑΚΩΝΙΔΩΝ δʼ ἄρτων μνημονεύει Ἀλκμὰν ἐν τῷ εʹ οὕτως· κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι μακωνίδων ἄρτων ἐπιστέφοισαι λίνω τε σασάμω τε κἠν πελίχναις πεδεσσι χρυσοκόλλα. ἐστὶ δὲ βρωμάτιον διὰ μέλιτος καὶ λίνου. τοῦ δὲ ΚΟΛΛΥΡΑΣ καλουμένου ἄρτου Ἀριστοφάνης ἐν Εἰρήνῃ· κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπʼ αὐτῇ. καὶ ἐν Ὁλκάσι· καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι τρόπαιον.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License