προφθάσας δʼ αὐτὸν ὁ Ποντιανὸς ἔφη· Τρύφων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς φυτικοῖς ἐπιγραφομένοις ἄρτων ἐκτίθεται γένη, εἴ τι κἀγὼ μέμνημαι, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, χονδρίτην, συγκομιστόν — τοῦτον δʼ εἶναί φησι καὶ διαχωρητικώτερον τοῦ καθαροῦ —, τὸν ἐξ ὀλυρῶν, τὸν ἐκ τιφῶν, τὸν ἐκ μελινῶν. γίνεται μέν, φησίν, ὁ χονδρίτης ἐκ τῶν ζειῶν· ἐκ γὰρ κριθῆς χόνδρον μὴ γίνεσθαι. παρὰ δὲ τὰς ὀπτήσεις ὀνομάζεσθαι ἰπνίτην, οὗ μνημονεύειν Τιμοκλέα ἐν Ψευδολῃσταῖς οὕτως· καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην θερμῶν ἰπνιτῶν ἤσθιον. ΕΣΧΑΡΙΤΗΣ. τούτου μνημονεύει Ἀντίδοτος ἐν Πρωτοχόρῳ· λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ; τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν. καὶ Κρώβυλος ἐν Ἀπαγχομένῳ· καὶ σκάφην λαβών τινα τῶν ἐσχαριτῶν τῶν καθαρῶν. Λυγκεὺς δʼ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ συγκρίνων τὰ Ἀθήνησι γινόμενα τῶν ἐδωδίμων πρὸς τὰ ἐν Ῥόδῳ φησίν· ἔτι δὲ σεμνυνομένων παρʼ ἐκείνοις τῶν ἀγοραίων ἄρτων, ἀρχομένου μὲν τοῦ δείπνου καὶ μεσοῦντος οὐθὲν λειπομένους ἐπιφέρουσιν· ἀπειρηκότων δὲ καὶ πεπληρωμένων ἡδίστην ἐπεισάγουσι διατριβὴν τὸν διάχριστον ἐσχαρίτην καλούμενον, ὃς οὕτω κέκραται τοῖς μειλίγμασι καὶ τῇ μαλακότητι καὶ τοιαύτην ἐνθρυπτόμενος ἔχει πρὸς τὸν γλυκὺν συναυλίαν ὥστε προσβιαζόμενος θαυμαστόν τι συντελεῖ· καθάπερ ἀνανήφειν πολλάκις γίνεται τὸν μεθύοντα, τὸν αὐτὸν τρόπον ὑπὸ τῆς ἡδονῆς ἀναπεινῆν γίνεται τὸν ἐσθίοντα. ΑΤΑΒΥΡΙΤΗΝ. Σώπατρος ἐν Κνιδίᾳ· Ἀταβυρίτης δʼ ἄρτος ἦν πλησίγναθος. ΑΧΑΙΝΑΣ. τούτου τοῦ ἄρτου μνημονεύει Σῆμος ἐν ηʹ Δηλιάδος λέγων ταῖς θεσμοφόροις γίνεσθαι. εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια ἐπιλεγόντων τῶν φερόντων· ἀχαΐνην στέατος ἔμπλεων τράγον. ΚΡΙΒΑΝΙΤΗΝ. τούτου μνημονεύει Ἀριστοφάνης ἐν Γήρᾳ· ποιεῖ δὲ λέγουσαν ἀρτόπωλιν διηρπασμένων αὐτῆς τῶν ἄρτων ὑπὸ τῶν τὸ γῆρας ἀποβαλλόντων· τουτὶ τί ἦν τὸ πρᾶγμα; Β. θερμούς, ὦ τέκνον. Α. ἀλλʼ ἦ παραφρονεῖς; Β. κριβανίτας, ὦ τέκνον. Α. τί κριβανίτας; Β. πάνυ δὲ λευκούς, ὦ τέκνον. ΕΓΚΡΥΦΙΑΝ. τούτου μνημονεύει Νικόστρατος ἐν Ἱεροφάντῃ καὶ ὁ ὀψοδαίδαλος Ἀρχέστρατος, οὗ κατὰ καιρὸν τὸ μαρτύριον παραθήσομαι. ΔΙΠΥΡΟΝ. Εὔβουλος ἐν Γανυμήδει. διπύρους τε θερμούς. Β. οἱ δίπυροι δʼ εἰσὶν τίνες; Β. ἄρτοι τρυφῶντες, Ἀλκαῖος Γανυμήδει. ΛΑΓΑΝΟΝ. τοῦτο ἐλαφρόν τʼ ἐστὶ καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ΕΠΑΝΘΡΑΚΙΣ καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων· λάγανα πέττεται, τῆς δʼ ἀπανθρακίδος Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν οὑτωσὶ λέγων· ἡ δʼ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα. ἔοικε δὲ καὶ οὗτος ἐπʼ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ ὁ παρʼ Ἀττικοῖς ἐγκρυφίας· ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ.
|