Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
73

ἔτι τοῦ Οὐλπιανοῦ τοιαῦτά τινα παίζοντος Κύνουλκος ἀνέκραγεν· ἄρτου δεῖ καὶ οὐ τοῦ Μεσσαπίων βασιλέως λέγω τοῦ ἐν Ἰαπυγίᾳ, περὶ οὗ καὶ σύγγραμμά ἐστι Πολέμωνι μνημονεύει δʼ αὐτοῦ καὶ Θουκυδίδης ἐν ζʹ καὶ Δημήτριος κωμῳδιοποιὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Σικελία διὰ τούτων· κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ Νότῳ διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους· Ἄρτος δʼ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς. Β. ξένος γε χαρίεις. Α. ἦν ἐκεῖ .... μέγας καὶ λαμπρὸς ἦν. οὐ τούτου οὖν τοῦ Ἄρτου νῦν καιρὸς ἦν, ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Σιμαλίδος· οὕτως γὰρ θεὸς παρὰ Συρακοσίοις τιμᾶται, ὡς αὐτὸς Πολέμων ἱστορεῖ ἐν τῷ περὶ τοῦ Μορύχου ἐν δὲ τῷ αʹ τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι. ἐπεὶ δὲ ἤδη ἄρτοι εἰσεκομίζοντο καὶ πλῆθος ἐπʼ αὐτοῖς παντοδαπῶν βρωμάτων, ἀποβλέψας εἰς αὐτὰ ἔφη· τοῖς ἄρτοις ὅσας ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί, φησὶν Ἄλεξις ἐν τῇ Εἰς τὸ φρέαρ ἡμεῖς οὖν εἴπωμέν τι καὶ περὶ ΑΡΤΩΝ.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License