Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
70

ὅτι δʼ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος Δελφὸς ἐν ὑπομνήμασί φησι Μετάνειραν τὴν ἑταίραν ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν· ἀπόλωλα, πέπλων μʼ ὤλεσαν περιπτυχαί. μήποτε δὲ καὶ Κρώβυλος κωμῳδιοποιὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτο ἧπαρ ὥσπερ καὶ Ἄλεξις, ἐν Ψευδυποβολιμαίῳ λέγων οὕτως· καὶ πλεκτάνην στιφρὰν σφόδρʼ ἐπὶ τούτοις τέ που αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου. ἡπάτιον δʼ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς καὶ Ἀλκαῖος ἐν Παλαίστρᾳ Εὔβουλός τʼ ἐν Δευκαλίωνι δασυντέον δὲ λέγοντας τὸ ἧπαρ· καὶ γὰρ συναλοιφή ἐστιν παρʼ Ἀρχιλόχῳ διὰ δασέος. φησὶ γάρ χολὴν γὰρ οὐκ ἔχεις ἐφʼ ἥπατι. ἐστὶ δὲ καὶ ἰχθύς τις ἥπατος καλούμενος, ὅν φησιν αὐτὸς Εὔβουλος ἐν Λάκωσιν Λήδᾳ οὐκ ἔχειν χολήν· οὐκ ᾤου σύ με χολὴν ἔχειν, ὡς δʼ ἡπάτῳ μοι διελέγου; ἐγὼ δέ γʼ εἰμὶ τῶν μελαμπύγων ἔτι. Ἡγήσανδρος δʼ ἐν ὑπομνήμασιν ἐν τῇ κεφαλῇ φησι τὸν ἥπατον δύο λίθους ἔχειν τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ἐν τοῖς ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License