Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
47

μετὰ ταῦτα περιηνέχθησαν πίνακες ἔχοντες ΤΩΝ ΕΞ ΥΔΑΤΟΣ ΚΡΕΩΝ πολλά, πόδας καὶ κεφαλὰς καὶ ὠτία καὶ σιαγόνας, ἔτι δὲ καὶ χορδὰς καὶ κοιλίας καὶ γλώσσας, ὥσπερ ἔθος ἐστὶν ἐν τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένοις ἑφθοπωλίοις. εἴρηται γάρ, Οὐλπιανέ, καὶ τὸ ἑφθοπώλιον παρὰ Ποσειδίππῳ ἐν Παιδίῳ καὶ πάλιν ζητούντων τοὺς ὀνομάσαντάς τι τούτων μέν τις ἔλεγε· τῶν ἐδωδίμων κοιλιῶν μνημονεύει Ἀριστοφάνης ἐν Ἱππεῦσι· φήσω σε ἀδεκατεύτους κοιλίας πωλεῖν. καὶ ἑξῆς· τί μʼ, ὦγάθʼ, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς; καὶ πάλιν· ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν καταβροχθίσας κἆτʼ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω. καὶ πάλιν· δʼ Ὀβριμοπάτρα γʼ ἑφθὸν ἐκ ζωμοῦ κρέας καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον. σιαγόνος δὲ Κρατῖνος Πλούτοις· περὶ σιαγόνος βοείας μαχόμενος. καὶ Σοφοκλῆς Ἀμύκῳ· σιαγόνας τε δὴ μαλθακὰς τίθησι. Πλάτων δʼ ἐν Τιμαίῳ γράφει· καὶ τὰς σιαγόνας ἄκρας αὐτοῖς συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ προσώπου. καὶ Ξενοφῶν ἐν τῷ περὶ ἱππικῆς· σιαγόνα μικρὰν συνεσταλμένην. οἱ δὲ διὰ τοῦ υ στοιχείου ἐκφέροντες κατʼ ἀναλογίαν λέγουσιν ἀπὸ τοῦ ὑός. χορδῶν τε μέμνηται Ἐπίχαρμος, ἃς ὀρύας ὀνομάζει, ἐπιγράψας τι καὶ τῶν δραμάτων Ὀρύαν Ἀριστοφάνης ἐν Νεφέλαις· ἔκ μου χορδὴν τοῖς φροντισταῖς παραθέντων. Κρατῖνος ἐν Πυτίνῃ· ὡς λεπτός, δʼ ὅς, ἔσθʼ τῆς χορδῆς τόμος. καὶ Εὔπολις ἐν Αἰξίν Ἄλεξις δʼ ἐν Λευκαδίᾳ Δραπέταις· χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον. Ἀντιφάνης ἐν Γάμοις· ἐκτεμὼν χορδῆς μεσαῖον.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License