Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
20

ΜΗΛΑ. ταῦτα Μνησίθεος Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν μῆλα Δελφικὰ καλεῖ Δίφιλος δέ φησι τῶν μήλων τὰ χλωρὰ καὶ μηδέπω πέπονα κακόχυλα εἶναι καὶ κακοστόμαχα ἐπιπολαστικά τε καὶ χολῆς γεννητικὰ νοσοποιά τε καὶ φρίκης παραίτια. τῶν δὲ πεπόνων εὐχυλότερα μὲν εἶναι τὰ γλυκέα καὶ εὐεκκριτώτερα διὰ τὸ στῦψιν μὴ ἔχειν, κακοχυλότερα δὲ εἶναι τὰ ὀξέα καὶ στατικώτερα. τὰ δὲ τῆς γλυκύτητος ὑφειμένα, προσλαμβάνοντα δʼ εὐστομεῖν διὰ τὴν ποσὴν στῦψιν εὐστομαχώτερα. εἶναι δὲ αὐτῶν τὰ μὲν θερινὰ κακοχυλότερα, τὰ δὲ φθινοπωρινὰ εὐχυλότερα. τὰ δὲ καλούμενα ὀρβικλᾶτα μετὰ στύψεως ἡδείας ἔχοντα καὶ γλυκύτητα εὐστόμαχα εἶναι. τὰ δὲ σητάνια λεγόμενα, προσέτι δὲ τὰ πλατάνια εὔχυλα μὲν καὶ εὐέκκριτα, οὐκ εὐστόμαχα δέ. τὰ δὲ Μορδιανὰ καλούμενα γίνεται μὲν κάλλιστα ἐν Ἀπολλωνίᾳ τῇ Μορδίῳ λεγομένῃ, ἀναλογεῖ δὲ τοῖς ὀρβικλάτοις. τὰ δὲ κυδώνια, ὧν ἔνια καὶ στρουθία λέγεται, κοινῶς ἁπάντων ἐστὶ τῶν μήλων εὐστομαχώτατα καὶ μάλιστα τὰ πέπονα. Γλαυκίδης δέ φησιν ἄριστα τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία. Φυλότιμος δʼ ἐν γʹ καὶ ιʹ περὶ τροφῆς τὰ μῆλα, φησί, τὰ μὲν ἐαρινὰ δυσπεπτότερα πολὺ τῶν ἀπίων καὶ τὰ ὠμὰ τῶν ὠμῶν καὶ τὰ πέπονα τῶν πεπόνων. τὰς δὲ δυνάμεις ἔχει τῶν ὑγρῶν τὰ μὲν ὀξέα καὶ μήπω πέπονα στρυφνοτέρας καὶ ποσῶς ὀξείας χυμόν τε ἀναδίδωσιν εἰς τὸ σῶμα τὸν καλούμενον ξυστικόν. καθόλου τε τὰ μῆλα τῶν ἀπίων δυσπεπτότερα εἶναι, διότι τὰ μὲν ἐλάττω φαγόντες ἧττον, τὰς δὲ πλείους προσαράμενοι μᾶλλον πέττομεν. ξυστικὸς δὲ γίνεται χυμὸς ἐξ αὐτῶν λεγόμενος ὑπὸ Πραξαγόρου ὑαλώδης, διότι τὰ μὴ κατεργαζόμενα παχυτέρους ἕξει τοὺς χυμούς· ἀπεδείχθη δὲ καθόλου τὰ μῆλα δυσκατεργαστότερα τε τῶν ἀπίων, καὶ ὅτι τὰ στρυφνὰ μᾶλλον ἔτι παχυτέρους παρασκευάζειν εἴωθεν αὐτούς. τὰ δὲ χειμερινὰ τῶν μήλων τὰ μὲν κυδώνια στρυφνοτέρους, τὰ δὲ στρουθία τοὺς χυμοὺς ἐλάττους ἀναδίδωσι καὶ στρυφνοτέρους ἧττον πέττεσθαί τε μᾶλλον δύναται. Νίκανδρος δʼ Θυατειρηνὸς τὰ κυδώνια μῆλα στρουθία φησὶ καλεῖσθαι ἀγνοῶν. Γλαυκίδης γὰρ ἱστορεῖ ἄριστα λέγων τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License