Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
77

ὅτι ἀρτύματα εὕρηται παρὰ Σοφοκλεῖ· καὶ βορᾶς ἀρτύματα. καὶ παρʼ Αἰσχύλῳ· διαβρέχεις τἀρτύματα. καὶ Θεόπομπος δέ φησι· πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι καὶ θύλακοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον. τὸ δὲ ῥῆμα κεῖται παρὰ Σοφοκλεῖ· ἐγὼ μάγειρος ἀρτύσω σοφῶς. Κρατῖνος· γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς. Εὔπολις· ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ. ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης· ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου, σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου, βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης, καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ. ὅτι οἴδασιν οἱ παλαοὶ τὸ Αἰθιοπικὸν καλούμενον κύμινον ὅτι εἴρηται ἀρσενικῶς θύμος καὶ ὀρίγανος. Ἀναξανδρίδης· ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ. Ἴων· αὐτὰρ γʼ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει. θηλυκῶς δὲ Πλάτων Κάνθαρος· ʼξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον. οὐδετέρως δʼ Ἐπίχαρμος καὶ Ἀμειψίας τὸν δὲ θύμον ἀρσενικῶς Νίκανδρος ἐν Μελισσουργικοῖς

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License