Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
73

ὅτι εἰς τὸ πρόπομα καὶ ταῦτα ἐνεβάλλοντο, πέπερι, φυλλίς, σμύρνα, κύπειρον, μύρον Αἰγύπτιον. Ἀντιφάνης· ἂν μὲν ἄρα πέπερι πριάμενός τις εἰσφέρῃ, στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον. πάλιν· νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου ζητεῖν. Εὔβουλος· κόκκον λαβοῦσα κνίδιον τοῦ πεπέριδος τρίψασʼ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν. Ὠφελίων· Λιβυκὸν πέπερι θυμίαμα καὶ βιβλίον Πλάτωνος ἐμβρόντητον. Νίκανδρος Θηριακοῖς· καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης, πολλάκι δʼ πέπερι κόψας νέον ἀπὸ Μήδων κάρδαμον. Θεόφραστος ἐν φυτῶν ἱστορίᾳ· τὸ πέπερι καρπὸς μέν ἐστι, διττὸν δὲ αὐτοῦ τὸ γένος· τὸ μὲν στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον ὑπέρυθρον, τὸ δὲ πρόμηκες, μέλαν, σπερμάτια μηκωνικὰ ἔχον. ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου, θερμαντικὰ δὲ ἄμφω· διὸ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτα. ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει· δὲ τούτων ἀνάκτησις ὄξους ἐγχύσει καὶ πεπέριδος κνίδης καρπῷ τριφθείσης. τοῦτο δʼ ἡμᾶς τηρῆσαι δεῖ ὅτι οὐδέτερον ὄνομα οὐδέν ἐστι παρὰ τοῖς Ἕλλησιν εἰς ι λῆγον, εἰ μὴ μόνον τὸ μέλι. τὸ γὰρ πέπερι καὶ κόμμι καὶ κοῖφι ξενικά.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License