Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
54

Ἐπικράτης κωμῳδιοποιός· τί Πλάτων καὶ Σπεύσιππος καὶ Μενέδημος; πρὸς τίσι νυνὶ διατρίβουσιν; ποία φροντίς, ποῖος δὲ λόγος διερευνᾶται παρὰ τούτοισιν; τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς ἥκεις, λέξον, πρὸς Γᾶς ..... Β. ἀλλʼ οἶδα λέγειν περὶ τῶνδε σαφῶς. Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην μειρακίων . . . . . . ἐν γυμνασίοις Ἀκαδημείας ἤκουσα λόγων ἀφάτων, ἀτόπων. περὶ γὰρ φύσεως ἀφοριζόμενοι διεχώριζον ζῴων τε βίον δένδρων τε φύσιν λαχάνων τε γένη. κᾆτʼ ἐν τούτοις τὴν κολοκύντην ἐξήταζον τίνος ἐστὶ γένους. Α. καὶ τί ποτʼ ἄρʼ ὡρίσαντο καὶ τίνος γένους εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι. Β. πρώτιστα μὲν οὖν πάντες ἄναυδοι τότʼ ἐπέστησαν καὶ κύψαντες χρόνον οὐκ ὀλίγον διεφρόντιζον. κᾆτʼ ἐξαίφνης, ἔτι κυπτόντων καὶ ζητούντων τῶν μειρακίων, λάχανόν τις ἔφη στρογγύλον εἶναι, ποίαν δʼ ἄλλος, δένδρον δʼ ἕτερος. ταῦτα δʼ ἀκούων ἰατρός τις Σικελᾶς ἀπὸ γᾶς κατέπαρδʼ αὐτῶν ὡς ληρούντων. Α. που δεινῶς ὠργίσθησαν χλευάζεσθαί τʼ ἐβόησαν; τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαῦτα ποιεῖν ἀπρεπές . . . . . . . Β. οὐδʼ ἐμέλησεν τοῖς μειρακίοις. Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως, οὐδὲν ὀρινθείς, ἐπέταξʼ αὐτοῖς πάλιν ἐξ ἀρχῆς τὴν κολοκύντην ἀφορίζεσθαι τίνος ἐστὶ γένους. οἳ δὲ διῄρουν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License