Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
3

Εὔβουλος δὲ ποιεῖ τὸν Διόνυσον λέγοντα· τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγιείας ἕνα, ὃν πρῶτον ἐκπίνουσι· τὸν δὲ δεύτερον ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δʼ ὕπνου, ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι οἴκαδε βαδίζουσʼ. δὲ τέταρτος οὐκ ἔτι ἡμέτερός ἐστʼ, ἀλλʼ ὕβρεος· δὲ πέμπτος βοῆς· ἕκτος δὲ κώμων· ἕβδομος δʼ ὑπωπίων· δʼ ὄγδοος κλητῆρος· δʼ ἔνατος χολῆς· δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ. πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας. Ἐπίχαρμος δέ φησιν· ἐκ μὲν θυσίας θοίνα ..., ἐκ δὲ θοίνας πόσις ἐγένετο. Β. χάριεν, ὥς γʼ ἐμοὶ δοκεῖ. Α. ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δʼ ἐγένεθʼ ὑανία· ἐκ δʼ ὑανίας δίκα ..., ἐκ δίκας δὲ καταδίκα, ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία. Πανύασις δʼ ἐποποιὸς τὴν μὲν πρώτην πόσιν ἀπονέμει Χάρισιν, Ὥραις καὶ Διονύσῳ, τὴν δὲ δευτέραν Ἀφροδίτῃ καὶ πάλιν Διονύσῳ, Ὕβρει δὲ καὶ Ἄτῃ τὴν τρίτην. Πανύασίς φησι· πρῶται μὲν Χάριτές τʼ ἔλαχον καὶ ἐύφρονες Ὧραι μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν. τοῖς δʼ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος. ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου· εἴ τις τόν γε πίοι καὶ ἀπότροπος οἴκαδʼ ἀπέλθοι δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι· ἀλλʼ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι πίνων ἀβλεμέως, τότε δʼ Ὕβριος αἶσα καὶ Ἄτης γίνεται ἀργαλέα, κακὰ δʼ ἀνθρώποισιν ὀπάζει. ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο, στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δʼ ἑταίρους· δείδια γὰρ τριτάτης μοίρης μελιηδέος οἴνου πινομένης, μή σʼ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ, ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι τελευτήν. ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον. καὶ ἑξῆς περὶ ἀμέτρου οἴνου· ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶσʼ ἅμʼ ὀπηδεῖ. κατὰ γὰρ τὸν Εὐριπίδην· πληγὰς κῶμος λοίδορόν θʼ ὕβριν φέρει. ὅθεν τινὲς τὴν Διονύσου γένεσιν καὶ τὴν τῆς Ὕβρεως κατὰ ταὐτὰ γενέσθαι φασίν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License