Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
9

καὶ Δημόκριτος ἀλλʼ ἵνα κἀγώ, φησίν, μνημονεύσω τῶν τοῦ Χαλκοῦ ποιητοῦ καὶ ῥήτορος Διονυσίου Χαλκοῦς δὲ προσηγορεύθη διὰ τὸ συμβουλεῦσαι Ἀθηναίοις χαλκῷ νομίσματι χρήσασθαι, καὶ τὸν λόγον τοῦτον ἀνέγραψε Καλλίμαχος ἐν τῇ τῶν Ῥητορικῶν Ἀναγραφῇ λέξω τι καὶ αὐτὸς ἐκ τῶν Ἐλεγείων σὺ δέ, Θεόδωρε (τοῦτο γάρ σου τὸ κύριον ὄνομα), δέχου τήνδε προπινομένην τὴν ἀπʼ ἐμοῦ ποίησιν. ἐγὼ δʼ ἐπιδέξια πέμπω σοὶ πρώτῳ Χαρίτων ἐγκεράσας χάριτας. καὶ σὺ λαβὼν τόδε δῶρον ἀοιδὰς ἀντιπρόπιθι, συμπόσιον κοσμῶν καὶ τὸ σὸν εὖ θέμενος. φὴς οὖν διὰ τί, τῶν ἐστεφανωμένων ἐὰν λύηται στέφανος, ἐρᾶν λέγονται. πότερον ὅτι ἔρως τοῦ τῶν ἐρώντων ἤθους περιαιρεῖται τὸν κόσμον, διὰ τοῦτο τὴν τοῦ ἐπιφανοῦς κόσμου περιαίρεσιν φρυκτόν τινα, φησὶ Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν, καὶ σημεῖον νομίζουσιν τοῦ καὶ τὸν τοῦ ἤθους κόσμον περιῃρῆσθαι τοὺς τοιούτους. καθάπερ ἐπὶ τῆς μαντικῆς ἄλλα πολλά, καὶ τοῦτο σημειοῦνταί τινες; γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέ. τοιοῦτος δʼ ἐστὶν ἔρως· οὐδένες γὰρ μᾶλλον τῶν ἐν τῷ ἐρᾶν ὄντων καλλωπίζονται. εἰ μὴ ἄρα φύσις οἱονεί τι δαιμόνιον δικαίως βραβεύουσα τῶν πραγμάτων ἕκαστον οἴεται δεῖν τοὺς ἐρῶντας μὴ στεφανοῦσθαι πρὶν κρατήσωσιν τοῦ ἔρωτος· τοῦτο δʼ ἔστιν ὅταν κατεργασάμενοι τὸν ἐρώμενον ἀπαλλαγῶσιν τῆς ἐπιθυμίας. τὴν ἀφαίρεσιν οὖν τοῦ στεφάνου σημεῖον τοῦ ἔτι ἐν τῷ διαγωνίζεσθαι εἶναι ποιούμεθα. Ἔρως αὐτὸς οὐκ ἐῶν καθʼ αὑτοῦ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι τῶν μὲν τὸν στέφανον περιαιρεῖ, τοῖς δὲ λοιποῖς ἐνδίδωσιν αἴσθησιν μηνύων ὅτι ἡττῶνται ὑπὸ αὐτοῦ· διʼ ἐρᾶν οἱ λοιποὶ τοὺς τοιούτους φασίν. ὅτι λύεται μὲν πᾶν τὸ δεδεμένον, δὲ ἔρως στεφανουμένων τινῶν δεσμός ἐστιν (οὐθένες γὰρ ἄλλοι τῶν δεδεμένων περὶ τὸ στεφανοῦσθαι σπουδάζουσιν πλὴν οἱ ἐρῶντες), τὴν τοῦ στεφάνου δὴ λύσιν σημεῖον τοῦ περὶ τὸν ἔρωτα δεσμοῦ νομίζοντες ἐρᾶν φασιν τοὺς τοιούτους; διὰ τὸ πολλάκις τοὺς ἐρῶντας διὰ τὴν πτοίησιν, ὡς ἔοικεν, στεφανουμένους περιαιρεῖν αὑτῶν τὸν στέφανον ἀντιστρέφομεν τῇ ὑπονοίᾳ τὸ πάθος, ὡς οὐκ ἄν ποτε τοῦ στεφάνου περιρέοντος, εἰ μὴ ἤρων; ὅτι ἀναλύσεις περὶ μόνους μάλιστα τοὺς ἐρῶντας καὶ καταδεδεμένους γίνονται, τὴν δὲ τοῦ στεφάνου ἀνάλυσιν καταδεδεμένων τινῶν εἶναι νομίζοντες ἐρᾶν φασι τοὺς τοιούτους· καταδέδενται γὰρ οἱ ἐρῶντες. εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ ἔρωτι τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν στέφανος γίνεται· χαλεπὸν γὰρ ἐπὶ μεγάλῳ καὶ θείῳ στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα μεῖναι. στεφανοῦσιν δὲ τὰς τῶν ἐρωμένων θύρας ἤτοι τιμῆς χάριν καθαπερεί τινος θεοῦ τὰ πρόθυρα στεφανοῦσιν αὐτῶν, οὐ τοῖς ἐρωμένοις ἀλλὰ τῷ Ἔρωτι ποιούμενοι τὴν τῶν στεφάνων ἀνάθεσιν τοῦ μὲν Ἔρωτος τὸν ἐρώμενον ἄγαλμα, τούτου δὲ ναὸν ὄντα τὴν οἴκησιν στεφανοῦσι τὰ τῶν ἐρωμένων πρόθυρα· διὰ ταῦτα δὲ καὶ θύουσιν ἔνιοι ἐπὶ ταῖς τῶν ἐρωμένων θύραις. μᾶλλον ὑφʼ ὧν οἴονταί τε καὶ πρὸς ἀλήθειαν τὸν τῆς ψυχῆς κόσμον ἐσκύλευνται, καὶ τούτοις καὶ τὸν τοῦ σώματος κόσμον ὑπὸ τοῦ πάθους ἐξαγόμενοι καὶ σκυλεύοντες ἑαυτοὺς ἀνατιθέασιν. πᾶς δʼ ἐρῶν τοῦτο δρᾷ μὲν παρόντος, μὴ παρόντος δὲ τοῦ ἐρωμένου τοῦ ἐμποδὼν ποιεῖται τὴν ἀνάθεσιν. ὅθεν Λυκοφρονίδης τὸν ἐρῶντα ἐκεῖνον αἰπόλον ἐποίησε λέγοντα· τόδʼ ἀνατίθημί σοι ῥόδον, καλὸν ἄνθημα καὶ πέδιλα καὶ κυνέαν καὶ τὰν θηροφόνον λογχίδʼ, ἐπεί μοι νόος ἄλλᾳ κέχυται ἐπὶ τὰν Χάρισι φίλαν παῖδα καὶ καλάν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License